Kitap 1
17.11
χρόνου δὲ ὁ χοῦς αὖθις οὐ πολλοῦ ξυμφυεὶς ἀπέδωκε τῷ χωρίῳ τὸ σχῆμα ἐφ’ οὗπερ τὸ πρότερον ἦν. ἐνθένδε τε ὁ ποταμὸς πρόεισιν ἐς τὴν Κελεσηνὴν καλουμένην χώραν, οὗ δὴ τὸ ἐν Ταύροις τῆς Ἀρτέμιδος ἱερὸν ἦν, ἔνθεν λέγουσι τὴν Ἀγαμέμνονος Ἰφιγένειαν ξύν τε Ὀρέστῃ καὶ Πυλάδῃ φυγεῖν τὸ τῆς Ἀρτέμιδος ἄγαλμα φέρουσαν.
17.12
ὁ γὰρ ἄλλος νεώς, ὃς δὴ καὶ ἐς ἐμέ ἐστιν ἐν πόλει Κομάνῃ, οὐχ ὁ ἐν Ταύροις ἐστίν. ἀλλ’ ὅπως ἐγένετο ἐγὼ δηλώσω.
17.13
Ἐπειδὴ ἐκ Ταύρων Ὀρέστης ξὺν τῇ ἀδελφῇ ἀπιὼν ᾤχετο, ξυνέπεσεν αὐτῷ νοσῆσαι τὸ σῶμα. καὶ ἀμφὶ τῇ νόσῳ πυνθανομένῳ χρῆσαι τὸ μαντεῖόν φασιν οὐ πρότερον λωφήσειν αὐτῷ τὸ κακόν, πρὶν τῇ Ἀρτέμιδι ναὸν δείμασθαι ἐν χώρῳ τοιούτῳ οἷον δὴ τὸν ἐν Ταύροις ξυμβαίνει εἶναι, ἐνταῦθά τε ἀποκείρασθαι τὴν αὑτοῦ κόμην καὶ αὐτῇ ὁμωνύμως καλέσαι τὴν πόλιν.
17.14
διὸ δὴ Ὀρέστην περιιόντα τὰ ἐκείνῃ χωρία ἐν Πόντῳ γενέσθαι, κατιδεῖν τε ὄρος ὃ δὴ ἐνταῦθα ἀπότομον ἀπεκρέματο, ἔρρει τε ἔνερθεν παρὰ τὰς τοῦ ὄρους ἐσχατιὰς ποταμὸς Ἶρις.
17.15
ὑποτοπήσαντα οὖν τὸν Ὀρέστην τότε τοῦτόν οἱ τὸν χῶρον δηλοῦν τὸ μαντεῖον, πόλιν τε ἐνταῦθα λόγου ἀξίαν καὶ τὸν τῆς Ἀρτέμιδος νεὼν δείμασθαι, τήν τε κόμην ἀποθριξάμενον ὁμωνύμως αὐτῇ καλέσαι τὴν πόλιν ἣ δὴ Κόμανα καὶ ἐς ἐμὲ ὀνομάζεται.
17.16
τούτων τε Ὀρέστῃ ἐξειργασμένων οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τὴν νόσον ἀκμάζειν. αἰσθόμενον δὲ τὸν ἄνθρωπον ὡς οὐκ ἐπιτηδείως ταῦτα τῷ μαντείῳ ποιοίη, ἅπαντα αὖθις περιιόντα διασκοπεῖσθαι καὶ χῶρόν τινα ἐν Καππαδόκαις εὑρεῖν τῷ ἐν Ταύροις τὰ μάλιστα ἐμφερέστατον.