Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

16.7 ὑπὲρ ὧν ἔναγχος μεμφομένων ἡμῶν, δυοῖν τε τὸ ἕτερον ἀξιούντων παρ’ ὑμῶν γίγνεσθαι, ἢ ἐξ ἀμφοτέρων τὸν ἐς πύλας τὰς Κασπίας στρατὸν στέλλεσθαι, ἢ πόλιν Δάρας καταλύεσθαι, τῶν μὲν λεγομένων τὴν μάθησιν οὐ προσίεσθε, κακῷ δὲ μείζονι κρατύνασθαι τὴν ἐς Πέρσας ἐπιβουλὴν ἔγνωτε, εἴ τι μεμνήμεθα τῆς ἐν Μίνδουος οἰκοδομίας· καὶ νῦν δὲ Ῥωμαίοις ἑλετὰ μὲν τὰ τῆς εἰρήνης, αἱρετὰ δὲ τὰ ὅπλα, ἢ τὰ δίκαια πρὸς ἡμᾶς τιθεμένοις, ἢ ἀπ’ ἐναντίας αὐτῶν ἰοῦσιν.
16.8 οὐ γὰρ τὰ ὅπλα καταθήσουσι πρότερον Πέρσαι, πρὶν δὴ αὐτοῖς Ῥωμαῖοι ἢ τὰς πύλας δικαίως τε καὶ ὀρθῶς ξυμφυλάξουσιν, ἢ πόλιν Δάρας καταλύσουσι.”
16.9 τοσαῦτα Καβάδης εἰπὼν τὸν πρεσβευτὴν ἀπεπέμψατο, παραδηλώσας ὥς οἱ βουλομένῳ εἴη χρήματά τε πρὸς Ῥωμαίων λαβεῖν καὶ τὰς τοῦ πολέμου καταλύειν αἰτίας.
16.10 ἅπερ Ῥουφῖνος ἐς Βυζάντιον ἥκων βασιλεῖ ἤγγειλεν. οὗ δὴ οὐ πολλῷ ὕστερον καὶ Ἑρμογένης ἀφίκετο, καὶ ὁ χειμὼν ἔληγε, καὶ τέταρτον ἔτος ἐτελεύτα Ἰουστινιανῷ βασιλεῖ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντι.
17.1 Ἅμα δὲ ἦρι ἀρχομένῳ στράτευμα Περσῶν Ἀζαρέθου ἡγουμένου ἐσέβαλεν ἐς Ῥωμαίων τὴν γῆν. ἦσαν δὲ πεντακισχίλιοί τε καὶ μύριοι, ἱππεῖς ἅπαντες. καὶ αὐτοῖς Ἀλαμούνδαρος ὁ Σακκίκης ξυνῆν, πάμπολύν τινα ὅμιλον Σαρακηνῶν ἔχων.
17.2 αὕτη τε Πέρσαις ἡ ἐσβολὴ οὐ καθάπερ εἰώθει ἐγένετο· οὐ γὰρ ἐς τὴν Μεσοποταμίαν ἐσέβαλλον ὥσπερ τὰ πρότερα, ἀλλ’ ἐς τὴν πάλαι μὲν Κομμαγηνήν, τανῦν δὲ καλουμένην Εὐφρατησίαν, ὅθεν δὴ οὐ πώποτε Πέρσαι πρότερον, ὅσα γε ἡμᾶς εἰδέναι, ἐπὶ Ῥωμαίους ἐστράτευσαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi