Kitap 1
15.31
Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους Ναρσῆς τε καὶ Ἀράτιος, οἳ Βελισαρίῳ καὶ Σίττᾳ ἐν Περσαρμενίων τῇ χώρᾳ κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἐς χεῖρας ἦλθον, ὥσπερ ἔμπροσθέν μοι δεδήλωται, ξὺν τῇ μητρὶ αὐτόμολοι ἐς Ῥωμαίους ἧκον, καὶ αὐτοὺς Ναρσῆς ὁ βασιλέως ταμίας ἐδέξατο ʽΠερσαρμένιος γὰρ καὶ αὐτὸς γένος ἐτύγχανἐ χρήμασί τε αὐτοὺς δωρεῖται μεγάλοις.
15.32
ὅπερ ἐπειδὴ Ἰσαάκης, ὁ νεώτατος αὐτῶν ἀδελφός, ἔμαθε, Ῥωμαίοις λάθρα ἐς λόγους ἐλθὼν Βῶλον αὐτοῖς τὸ φρούριον, ἄγχιστά πη ὂν τῶν Θεοδοσιουπόλεως ὁρίων, παρέδωκε.
15.33
στρατιώτας γὰρ ἐγγύς πη ἐπέστελλε κρύπτεσθαι, οὓς δὴ τῷ φρουρίῳ νύκτωρ ἐδέξατο, μίαν αὐτοῖς λάθρα ἀνακλίνας πυλίδα· οὕτω τε καὶ αὐτὸς ἐς Βυζάντιον ἦλθεν.
16.1
Οὕτω μὲν Ῥωμαίοις τὰ πράγματα εἶχε. Πέρσαι δὲ πρὸς Βελισαρίου ἐν Δάρας ἡσσημένοι τῇ μάχῃ οὐδ’ ὣς ἐνθένδε ἀναχωρεῖν ἔγνωσαν, ἕως Ῥουφῖνος, ἐπεὶ ἐς ὄψιν τὴν Καβάδου ἦλθεν, ἔλεξεν ὧδε, “Ἔπεμψέ με, ὦ βασιλεῦ, ὁ σὸς ἀδελφὸς μέμψιν δικαίαν μεμφόμενος, ὅτι δὴ Πέρσαι ἀπ’ οὐδεμιᾶς αἰτίας ἐς γῆν τὴν αὐτοῦ ἐν ὅπλοις ἦλθον.
16.2
καίτοι βασιλεῖ μεγάλῳ τε καὶ ἐς τόσον ξυνέσεως ἥκοντι ἐκ πολέμου εἰρήνην πρυτανεῦσαι μᾶλλον ἂν πρέποι ἢ τῶν πραγμάτων εὖ καθεστώτων ταραχὴν οὐ δέον αὑτῷ τε καὶ τοῖς πέλας προστρίβεσθαι.
16.3
οἷς δὴ καὶ αὐτὸς εὔελπις ὢν ἐνθάδε ἀφῖγμαι, ὅπως τὸ λοιπὸν ἀμφοτέροις τὰ ἐκ τῆς εἰρήνης ἀγαθὰ εἴη.” Ῥουφῖνος μὲν τοσαῦτα εἶπε.