Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

15.13 φθάσαντες δὲ Ῥωμαῖοι καὶ διελόντες σφᾶς αὐτοὺς ἐς ξυμμορίας δύο ἀναχωροῦσιν ἐκ τοῦ περιβόλου ἐπέθεντο, ὅπερ ἐπειδὴ ἅπας εἶδεν ὁ Ῥωμαίων στρατός, ἐθάρσησάν τε καὶ δρόμῳ πολλῷ ἐκ τοῦ περιβόλου ξυρρέοντες ἐπὶ τοὺς ἐναντίους ἐχώρησαν.
15.14 μέσους δὲ αὐτοὺς καταστησάμενοι εἰς φυγὴν ἔτρεψαν. πλήθει μέντοι, ὥσπερ ἐρρήθη, τῶν πολεμίων οἱ βάρβαροι ὑπεραίροντες ἔτι ἀντεῖχον, ἥ τε μάχη καρτερὰ ἐγεγόνει καὶ ἐκ χειρὸς ἦν.
15.15 ἀγχιστρόφους δὲ τὰς διώξεις ἐποιοῦντο ἐς ἀλλήλους ἑκάτεροι, ἐπεὶ ἱππεῖς ἅπαντες ἦσαν. ἐνταῦθα Φλωρέντιος Θρᾷξ, καταλόγου ἱππικοῦ ἄρχων, εἰς μέσους ὁρμήσας τοὺς πολεμίους καὶ αὐτῶν τὸ στρατηγικὸν σημεῖον ἁρπάσας, ἐπικλίνας τε αὐτὸ ὡς μάλιστα, ὀπίσω ἀπήλαυνε.
15.16 καὶ αὐτὸς μὲν καταληφθείς τε καὶ κρεουργηθεὶς αὐτοῦ ἔπεσε, τῆς δὲ νίκης Ῥωμαίοις αἰτιώτατος γέγονεν. ἐπεὶ γὰρ τὸ σημεῖον οἱ βάρβαροι οὐκέτι ἑώρων, ἐς ἀκοσμίαν τε πολλὴν καὶ ὀρρωδίαν ἐμπεπτωκότες ὑπεχώρησάν τε καὶ γενόμενοι ἐν τῷ στρατοπέδῳ ἡσύχαζον,
15.17 πολλοὺς ἐν τῇ μάχῃ ἀποβαλόντες. τῇ τε ὑστεραίᾳ ἐπ’ οἴκου ἅπαντες ἀνεχώρησαν οὐδενὸς σφίσιν ἐπισπομένου, ἐπεὶ μέγα τε καὶ λόγου πολλοῦ ἄξιον ἐφαίνετο εἶναι τῷ Ῥωμαίων στρατῷ βαρβάρους τοσούτους τὸ πλῆθος ἔν τε τῇ σφετέρᾳ χώρᾳ ἐκεῖνα πεπονθέναι ἅπερ μοι ὀλίγῳ ἔμπροσθεν εἴρηται, καὶ ἐς τὴν πολεμίαν ἐμβεβληκότας ἀπράκτους τε καὶ οὕτω πρὸς τῶν ἐλασσόνων ἡσσημένους ἀπαλλαγῆναι.
15.18 Τότε καὶ Περσῶν χωρία ἐν Περσαρμενίοις Ῥωμαῖοι ἔσχον, φρούριόν τε τὸ Βῶλον καὶ τὸ Φαράγγιον καλούμενον, ὅθεν δὴ τὸν χρυσὸν Πέρσαι ὀρύσσοντες βασιλεῖ φέρουσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi