Kitap 1
15.7
οἱ δὲ ἅπαν τὸ στράτευμα ἐξοπλίσαντες, τῶν πολεμίων τῷ στρατοπέδῳ ἐκ τοῦ αἰφνιδίου ἐπέστησαν.
15.8
οἵ τε βάρβαροι τῷ ἀπροσδοκήτῳ καταπλαγέντες οὐκέτι ἐς ἀλκὴν ἔβλεπον, ἀλλ’ ἔφευγον ὡς ἕκαστός πη ἐδύνατο. ἐνταῦθα Ῥωμαῖοι κτείναντές τε συχνοὺς καὶ τὸ στρατόπεδον ληισάμενοι αὐτίκα δὴ ὀπίσω ἀπήλαυνον.
15.9
Μερμερόης τε ξύμπασαν ἀγείρας τὴν στρατιὰν οὐ πολλῷ ὕστερον ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλε, καὶ καταλαμβάνουσι τοὺς πολεμίους ἀμφὶ Σάταλαν πόλιν. οὗ δὴ ἐνστρατοπεδευσάμενοι ἐν χωρίῳ Ὀκτάβῃ ἡσύχαζον, ὅπερ τῆς πόλεως ἕξ τε καὶ πεντήκοντα σταδίους ἀπέχει.
15.10
Σίττας μὲν οὖν χιλίους ἐπαγαγόμενος ὄπισθεν τῶν τινος λόφων ἐκρύπτετο, οἷοι πολλοὶ Σάταλαν τὴν πόλιν ἐν πεδίῳ κειμένην κυκλοῦσι.
15.11
Δωρόθεον δὲ ξὺν τῷ ἄλλῳ στρατῷ ἐντὸς τοῦ περιβόλου ἐκέλευε μένειν, ἐπεὶ ἐν τῷ ὁμαλῷ τοὺς πολεμίους ὑφίστασθαι οἷοί τε εἶναι οὐδαμῆ ᾤοντο, οὐχ ἧσσον ἢ τρισμυρίους ὄντας, αὐτοὶ μόλις ἐς τὸ ἥμισυ ἐξικνούμενοι.
15.12
τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ οἱ βάρβαροι ἄγχιστα τοῦ περιβόλου γενόμενοι, κύκλωσιν αὐτοῦ ποιεῖσθαί τινα ἐν σπουδῇ εἶχον. ἄφνω δὲ κατιδόντες τοὺς ἀμφὶ Σίτταν ἐξ ὑψηλοῦ ἤδη ἐπ’ αὐτοὺς καταβαίνοντας, καὶ αὐτῶν ξυμμετρεῖσθαι τὸ πλῆθος ἥκιστα ἔχοντες, ἅτε κονιορτοῦ ὥρᾳ θέρους πολλοῦ ἐγκειμένου, πολλῷ τε πλείους ᾤοντο εἶναι καὶ τῆς κυκλώσεως κατὰ τάχος ἀφέμενοι ἐς ὀλίγον τινὰ χῶρον αὑτοὺς ξυναγαγεῖν ἠπείγοντο.