Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

14.25 ὑμᾶς ὑπερφρονεῖν ἄξιον. τὸ γὰρ πεζὸν ἅπαν οὐδὲν ἄλλο ἢ ὅμιλός ἐστιν ἀγροίκων οἰκτρῶν, οἳ ἐς τὴν παράταξιν ἐπ’ ἄλλῳ οὐδενὶ ἔρχονται ἢ τεῖχός τε διορύττειν καὶ τοὺς τεθνεῶτας σκυλεύειν καὶ τἄλλα τοῖς στρατιώταις ὑπηρετεῖν.
14.26 διὸ δὴ ὅπλα μὲν οἷς ἂν καὶ τοὺς ἐναντίους ἐνοχλοῖεν οὐδαμῆ ἔχουσι, τοὺς δὲ θυρεοὺς τοιούτους τὸ μέγεθος προβέβληνται μόνον ὅπως αὐτοὶ πρὸς τῶν πολεμίων ἥκιστα βάλλωνται.
14.27 οὐκοῦν ἄνδρες ἀγαθοὶ ἐν τῷδε τῷ κινδύνῳ γενόμενοι οὐκ ἐν τῷ παρόντι μόνον Πέρσας νικήσετε, ἀλλὰ καὶ τῆς ἀπονοίας κολάσετε, ὡς μήποτε αὖθις εἰς γῆν τὴν Ῥωμαίων στρατεύσονται.”
14.28 Ταύτην Βελισάριός τε καὶ Ἑρμογένης τὴν παραίνεσιν ποιησάμενοι, ἐπειδὴ Πέρσας ὁδῷ ἰόντας ἐπὶ σφᾶς εἶδον, τρόπῳ τῷ προτέρῳ κατὰ τάχος τοὺς στρατιώτας διέταξαν.
14.29 καὶ οἱ βάρβαροι παρ’ αὐτοὺς ἥκοντες μετωπηδὸν ἔστησαν. οὐχ ἅπαντας μέντοι Πέρσας ὁ Μιρράνης ἀντίους τοῖς πολεμίοις, ἀλλὰ τοὺς ἡμίσεις ἔστησε, τοὺς δὲ ἄλλους ὄπισθεν μένειν εἴασεν.
14.30 οἳ δὴ τοὺς μαχομένους ἐκδεχόμενοι ἔμελλον ἀκμῆτες ἐπιθήσεσθαι τοῖς ἐναντίοις, ὅπως ἀεὶ ἐκ περιτροπῆς ἅπαντες μάχωνται.
14.31 μόνον δὲ τὸν τῶν ἀθανάτων λεγομένων λόχον ἡσυχῆ μένειν, ἕως αὐτὸς σημήνῃ, ἐκέλευεν.
14.32 αὐτός τε κατὰ μέσον τοῦ μετώπου ταξάμενος, Πιτυάξην μὲν τοῖς ἐν δεξιᾷ, Βαρεσμανᾶν δὲ τοῖς ἐς τὸ ἀριστερὸν κέρας ἐπέστησεν. οὕτω μὲν ἀμφότεροι ἐτετάχατο. Φάρας δὲ Βελισαρίῳ τε καὶ Ἑρμογένει παραστὰς εἶπεν,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi