Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

14.11 ἐς τὴν ξυμβολὴν ἀναψάμενοι.” τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Μιρράνης δὲ καὶ αὖθις ἀμείβεται ὧδε, “Οὐδὲ ἡμεῖς ἄνευ θεῶν τῶν ἡμετέρων ἐς τὸν πόλεμον καθιστάμεθα, ξὺν αὐτοῖς δὲ παρ’ ὑμᾶς ἥξομεν, οὕσπερ τῇ ὑστεραίᾳ Πέρσας ἐς Δάρας ἐσβιβάσειν ἐλπίδα ἔχω.
14.12 ἀλλά μοι τό τε βαλανεῖον καὶ ἄριστον ἐν παρασκευῇ τοῦ περιβόλου ἐντὸς γινέσθω.” ταῦτα οἱ ἀμφὶ Βελισάριον ἀναλεξάμενοι παρεσκευάζοντο ἐς τὴν ξυμβολήν.
14.13 Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Πέρσας ἅπαντας περὶ ἡλίου ἀνατολὰς ξυγκαλέσας Μιρράνης ἔλεξε τοιάδε, “Οὐκ ἀγνοῶ μὲν ὡς οὐ λόγοις τῶν ἡγουμένων, ἀλλ’ ἀρετῇ τε οἰκείᾳ καὶ τῇ ἐς ἀλλήλους αἰδοῖ θαρσεῖν ἐν τοῖς κινδύνοις εἰώθασι Πέρσαι.
14.14 ὁρῶν δὲ ὑμᾶς διαλογιζομένους τί δήποτε οὐ συνειθισμένον Ῥωμαίοις πρότερον ἄνευ θορύβων τε καὶ ἀταξίας εἰς μάχην ἰέναι, οἱ δὲ ξὺν κόσμῳ τινὶ ἔναγχος οὐδαμόθεν σφίσι προσήκοντι Πέρσας ἐπιόντας ὑπέστησαν, τοῦδε εἵνεκα παραίνεσιν ποιεῖσθαί τινα εἰς ὑμᾶς ἔγνωκα, ὅπως μὴ δόξῃ οὐκ ἀληθεῖ χρωμένοις ὑμῖν σφαλῆναι συμβαίη.
14.15 μὴ γὰρ οἴεσθε Ῥωμαίους ἀμείνους τὰ πολέμια ἐκ τοῦ αἰφνιδίου γενέσθαι μηδὲ ἀρετῆς τι ἢ ἐμπειρίας κεκτῆσθαι πλέον, ἀλλὰ καὶ δειλοὺς αὐτοὺς γεγονέναι μᾶλλον ἢ τὰ πρότερα ὄντες ἐτύγχανον· οἵ γε οὕτω Πέρσας δεδίασιν ὥστε οὐδὲ τάφρου χωρὶς ἐς τὴν φάλαγγα καθίστασθαι τετολμήκασιν.
14.16 οὐδὲ ξὺν ταύτῃ μάχης τινὸς ἦρξαν, ἀλλ’ ἐπεὶ ἐς χεῖρας αὐτοῖς οὐδαμῶς ἤλθομεν, ἄσμενοί τε καὶ κρεῖσσον ἐλπίδος τὰ πράγματα σφίσι κεχωρηκέναι οἰόμενοι ἐπὶ τὸ τεῖχος ἐχώρησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi