Kitap 1
13.37
τὼ δὲ ἄνδρε τούτω ἄγχιστά· πη πεσόντε ἀλλήλοιν ἐξανίστασθαι σπουδῇ πολλῇ ἄμφω ἠπειγέσθην, ἀλλ’ ὁ μὲν Πέρσης τοῦτο δρᾶν, ἅτε οἱ τοῦ μεγέθους ἀντιστατοῦντος, οὐκ εὐπετῶς εἶχεν, Ἀνδρέας δὲ προτερήσας ʽτοῦτο γὰρ αὐτῷ ἡ κατὰ τὴν παλαίστραν μελέτη ἐδίδοὐ τῷ τε γόνατι ἐξανιστάμενον αὐτὸν ἔτυψε καὶ αὖθις εἰς τὸ ἔδαφος πεσόντα ἔκτεινε.
13.38
κραυγή τε ἐκ τοῦ τείχους καὶ τοῦ Ῥωμαίων στρατοῦ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἤρθη· καὶ οἱ μὲν Πέρσαι ἐς τὸ Ἀμμώδιος τὴν φάλαγγα διαλύσαντες ἀνεχώρησαν, οἱ δὲ Ῥωμαῖοι παιανίσαντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο.
13.39
ἤδη γὰρ καὶ ξυνεσκόταζεν. οὕτω τε ἀμφότεροι τὴν νύκτα ἐκείνην ηὐλίσαντο.
14.1
Τῇ δὲ ὑστεραίᾳ Πέρσαις μὲν στρατιῶται μύριοι ἐκ Νισίβιδος πόλεως μετάπεμπτοι ἦλθον, Βελισάριος δὲ καὶ Ἑρμογένης πρὸς Μιρράνην ἔγραψαν τάδε, “Πρῶτον ἀγαθὸν τὴν εἰρήνην εἶναι ὡμολόγηται παρὰ πάντων ἀνθρώπων οἷς τι καὶ κατὰ τὸ
14.2
βραχὺ λογισμοῦ μέτεστιν. ὥστε ἤν τις διαλυτὴς αὐτῆς γένοιτο, τῶν κακῶν αἰτιώτατος ἂν οὐ τοῖς πέλας μόνον, ἀλλὰ καὶ ὁμογενέσι τοῖς αὑτοῦ εἴη. στρατηγὸς μὲν οὖν ἄριστος οὗτος ἐκεῖνός ἐστιν, ὃς δὴ ἐκ πολέμου εἰρήνην διατίθεσθαι ἱκανὸς πέφυκε.
14.3
σὺ δὲ τῶν πραγμάτων εὖ καθεστώτων Ῥωμαίοις τε καὶ Πέρσαις πόλεμον ἐπάγειν ἡμῖν αἰτίαν οὐκ ἔχοντα ἔγνωκας, καίπερ ἑκατέρου μὲν βασιλέως εἰρηναῖα βουλευομένου, πρέσβεων δὲ παρόντων ἡμῖν ἐν γειτόνων ἤδη, οἳ δὴ τὰ διάφορα τῇ ἐς ἀλλήλους ὁμιλίᾳ οὐκ εἰς μακρὰν διαλύσουσιν, ἢν μή τι ἀνήκεστον ἐκ τῆς σῆς ἐφόδου ξυμβαῖνον ταύτην ἡμῖν ἀναστέλλειν τὴν ἐλπίδα ἰσχύσῃ.