Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

13.16 ἐστρατοπεδεύσαντο ἅπαντες. ἄρχοντες δὲ ἄλλοι τε ἦσαν καὶ Πιτυάξης καὶ Βαρεσμανᾶς ἑτερόφθαλμος. στρατηγὸς δὲ εἷς ἅπασιν ἐφειστήκει, Πέρσης ἀνήρ, μιρράνης μὲν τὸ ἀξίωμα ʽοὕτω γὰρ τὴν ἀρχὴν καλοῦσι Πέρσαἰ, Περόζης δὲ ὄνομα.
13.17 ὃς δὴ αὐτίκα παρὰ Βελισάριον πέμψας τὸ βαλανεῖον ἐν παρασκευῇ ἐκέλευε ποιεῖσθαι· λοῦσθαι γάρ οἱ ἐνταῦθα τῇ ὑστεραίᾳ βουλομένῳ εἶναι.
13.18 διὸ δὴ Ῥωμαῖοι τὰ ἐς τὴν ξυμβολὴν καρτερώτατα ἐξηρτύοντο, ὡς ἡμέρᾳ τῇ ἐπιγενησομένῃ μαχούμενοι.
13.19 Ἅμα τε ἡλίῳ ἀνίσχοντι τοὺς πολεμίους ἐπὶ σφᾶς προϊόντας ὁρῶντες ἐτάξαντο ὧδε. εὐθείας μὲν τὰ ἔσχατα τῆς ἀριστερᾶς ἣ ἔνερθεν ἦν τῆς ὀρθῆς κεραίας μέχρι ἐς τὸν λόφον ὃς ταύτῃ ἀνέχει, Βούζης εἶχε ξὺν ἱππεῦσι πολλοῖς καὶ Φάρας Ἔρουλος ξὺν ὁμογενέσι τριακοσίοις·
13.20 ἐν δεξιᾷ δὲ αὐτῶν τῆς τάφρου ἐκτὸς κατὰ τὴν γωνίαν ἣν ἥ τε ὀρθὴ κεραία καὶ ἡ ἐνθένδε εὐθεῖα ἐποίει, Σουνίκας τε ἦν καὶ Ἀϊγάν, Μασσαγέται γένος, ξὺν ἱππεῦσιν ἑξακοσίοις, ὅπως, ἢν οἵ τε ἀμφὶ Βούζην καὶ Φάραν τραπεῖεν, αὐτοὶ πλάγιοι κατὰ τάχος ἰόντες κατὰ νώτου τε τῶν πολεμίων γινόμενοι τοῖς ἐκείνῃ Ῥωμαίοις ἀμύνειν εὐπετῶς δύνωνται. ἐπὶ θάτερα δὲ τρόπῳ τῷ αὐτῷ ἐτετάχατο·
13.21 τῆς μὲν γὰρ εὐθείας τὰ ἔσχατα ἱππεῖς πολλοὶ εἶχον, ὧν Ἰωάννης τε ὁ Νικήτου ἦρχε καὶ Κύριλλός τε καὶ Μάρκελλος· ξυνῆν δὲ αὐτοῖς καὶ Γερμανὸς καὶ Δωρόθεος· ἐς γωνίαν δὲ τὴν ἐν δεξιᾷ ἱππεῖς ἐτάξαντο ἑξακόσιοι, ὧν Σίμμας τε καὶ Ἀσκὰν Μασσαγέται ἦρχον, ἵνα, ὅπερ εἴρηται, τῶν ἀμφὶ τὸν Ἰωάννην τρεπομένων, ἂν οὕτω τύχῃ, αὐτοὶ ἐνθένδε ἐξανιστάμενοι κατὰ νώτου τῶν Περσῶν ἴωσι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi