Kitap 1
13.8
ἐν τούτοις ἦν καὶ Κούτζης. οὓς δὴ οἱ Πέρσαι ἅπαντας ἐς τὰ οἰκεῖα ἤθη ἀπαγαγόντες, δήσαντές τε τὸν ἅπαντα χρόνον ἐν σπηλαίῳ καθεῖρξαν, καὶ τοῦ φρουρίου τὴν οἰκοδομίαν οὐδενὸς ἔτι ἀμυνομένου εἰς ἔδαφος καθεῖλον.
13.9
Ὕστερον δὲ βασιλεὺς Ἰουστινιανὸς στρατηγὸν τῆς ἕω Βελισάριον καταστησάμενος, στρατεύειν ἐπὶ Πέρσας ἐκέλευεν. ὁ δὲ στρατιὰν λόγου πολλοῦ ἀξίαν ἀγείρας ἐς Δάρας ἦλθε.
13.10
καί οἱ Ἑρμογένης ξυνδιακοσμήσων τὸν στρατὸν ἐκ βασιλέως ἀφίκετο, τὸ τοῦ μαγίστρου ἀξίωμα ἔχων, ὃς Βιταλιανῷ παρήδρευε πρότερον ἡνίκα βασιλεῖ Ἀναστασίῳ πολέμιος ἦν.
13.11
καὶ Ῥουφῖνον δὲ πρεσβευτὴν βασιλεὺς ἔπεμψεν, ὃν δὴ ἐν Ἱεραπόλει τῇ πρὸς τῷ Εὐφράτῃ ποταμῷ μένειν, ἕως αὐτὸς σημήνῃ, ἐκέλευε. λόγοι γὰρ ἤδη πολλοὶ ἀμφοτέροις ἀμφὶ τῇ εἰρήνῃ ἐγίνοντο.
13.12
ἄφνω δέ τις Βελισαρίῳ τε καὶ Ἑρμογένει ἀπήγγελλεν ὡς Πέρσαι ἐσβάλλειν ἐπίδοξοί εἰσιν ἐς γῆν τὴν Ῥωμαίων, πόλιν Δάρας αἱρήσειν ἐν σπουδῇ ἔχοντες.
13.13
οἱ δὲ ταῦτα ἀκούσαντες τὰ ἐς τὴν παράταξιν ἐξηρτύοντο ὧδε. τῆς πύλης ἣ πόλεως Νισίβιδος καταντικρὺ κεῖται οὐ μακρὰν ἄποθεν, ἀλλ’ ὅσον λίθου βολήν, τάφρον βαθεῖάν τινα ὤρυξαν, διεξόδους πολλὰς ἔχουσαν. οὐκ ἐπ’ εὐθείας μέντοι ἡ τάφρος ἥδε ὀρώρυκτο, ἀλλὰ τρόπῳ τοιῷδε.
13.14
κατὰ μὲν τὸ μέσον βραχεῖά τις ἐγεγόνει εὐθεῖα, ἐφ’ ἑκάτερα δὲ αὐτῆς ὀρθαὶ κεραῖαι πεποίηντο δύο, ἔς τε τὰ πέρατα ταῖν ὀρθαῖν κεραίαιν αὖθις τὰς τάφρους ἐπὶ πλεῖστον εὐθείας ἐξῆγον.
13.15
οἱ μὲν οὖν Πέρσαι οὐκ ἐς μακρὰν στρατῷ πολλῷ ἦλθον, ἔν τὲ Ἀμμώδιος χωρίῳ, πόλεως Δάρας μέτρῳ εἴκοσι σταδίων ἀπέχοντι,