Kitap 1
12.23
εἰσέβαλε δὲ καὶ ἀμφὶ πόλιν Νίσιβιν ἄλλη Ῥωμαίων στρατιά, ἧς Λιβελάριος ἐκ Θρᾴκης ἦρχεν. οἳ φεύγοντες εὐθυωρὸν τὴν ἀναχώρησιν ἐποιήσαντο, καίπερ οὐδενὸς σφίσιν ἐπεξιόντος.
12.24
διὸ δὴ Λιβελάριον μὲν παρέλυσε τῆς ἀρχῆς βασιλεύς, Βελισάριον δὲ ἄρχοντα καταλόγων τῶν ἐν Δάρας κατεστήσατο. τότε δὴ αὐτῷ ξύμβουλος ᾑρέθη Προκόπιος ὃς τάδε ξυνέγραψε.
13.1
Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ἰουστῖνος βασιλέα τὸν ἀδελφιδοῦν Ἰουστινιανὸν ξὺν αὑτῷ ἀνειπὼν ἐτελεύτησε, καὶ ἀπ’ αὐτοῦ ἐς μόνον Ἰουστινιανὸν ἡ βασιλεία ἦλθεν.
13.2
οὗτος Ἰουστινιανὸς ἐκέλευε Βελισάριον δείμασθαι φρούριον ἐν χωρίῳ Μίνδουος, ὃ πρὸς αὐτοῖς ἐστι τοῖς Περσῶν ὁρίοις,
13.3
ἐν ἀριστερᾷ ἐς Νίσιβιν ἰόντι. ὁ μὲν οὖν σπουδῇ πολλῇ τὰ βασιλεῖ δόξαντα ἐπιτελῆ ἐποίει, τό τε ὀχύρωμα ἐς ὕψος ἤδη πολυανθρωπίᾳ τεχνιτῶν ᾔρετο.
13.4
Πέρσαι δὲ ἀπεῖπον μὴ οἰκοδομήσασθαι περαιτέρω μηδέν, οὐ λόγοις μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις διακωλυταὶ ἀπειλοῦντες οὐκ ἐς μακρὰν ἔσεσθαι.
13.5
ταῦτα ἐπεὶ βασιλεὺς ἤκουσεν ʽοὐ γὰρ οἷός τε ἦν Βελισάριος Πέρσας ἐνθένδε τῷ παρόντι στρατῷ ἀποκρούεσθαἰ, ἄλλην τε στρατιὰν ἐπήγγελλεν αὐτόσε ἰέναι καὶ Κούτζην τε καὶ Βούζην, οἳ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἦρχον τότε. τούτω δὲ ἀδελφὼ μὲν ἐκ Θρᾴκης ἤστην, νέω δὲ ἄμφω καὶ οὐ ξὺν τῷ ἀσφαλεῖ τοῖς πολεμίοις εἰς χεῖρας ἰόντε.
13.6
ἑκάτεροι μὲν οὖν ξυλλεγέντες ἐπὶ τὴν οἰκοδομίαν ἀθρόοι ᾔεσαν, Πέρσαι μὲν αὐτὴν παντὶ σθένει διακωλύσοντες, Ῥωμαῖοι δὲ τοῖς τεκταινομένοις ἐπαμυνοῦντες.
13.7
μάχης δὲ καρτερᾶς γενομένης ἡσσῶνται Ῥωμαῖοι, φόνος τε αὐτῶν πολὺς γέγονε, τινὰς δὲ καὶ ἐζώγρησαν οἱ πολέμιοι.