Kitap 1
12.15
ἔστι δὲ φρούρια ἐν Λαζοῖς δύο εὐθὺς εἰσιόντι ἐκ τῶν Ἰβηρίας ὁρίων, ὧν ἡ φυλακὴ τοῖς ἐπιχωρίοις ἐκ παλαιοῦ ἐπιμελὴς ἦν, καίπερ ταλαιπωρίᾳ πολλῇ ἐχομένοις, ἐπεὶ οὔτε σῖτος ἐνταῦθα οὔτε οἶνος οὔτε ἄλλο τι ἀγαθὸν γίνεται.
12.16
οὐ μὴν οὐδέ τι ἑτέρωθεν ἐσκομίζεσθαι διὰ τὴν στενοχωρίαν οἷόν τέ ἐστιν,
12.17
ὅτι μὴ φερόντων ἀνθρώπων. ἐλύμοις μέντοι τισὶν ἐνταῦθα γιγνομένοις εἰθισμένον σφίσιν οἱ Λαζοὶ ἀποζῆν ἴσχυον.
12.18
τούτους ἐξαναστήσας ἐνθένδε βασιλεὺς τοὺς φρουρούς, στρατιώτας Ῥωμαίους ἐκέλευεν ἐπὶ τῇ φυλακῇ τῶν φρουρίων καθίστασθαι.
12.19
οἷς δὴ κατ’ ἀρχὰς μὲν ἐπιτήδεια μόλις Λαζοὶ ἔφερον, ὕστερον δὲ αὐτοί τε πρὸς τὴν ὑπουργίαν ἀπεῖπον καὶ Ῥωμαῖοι τὰ φρούρια ταῦτα ἐξέλιπον, οἵ τε Πέρσαι πόνῳ αὐτὰ οὐδενὶ ἔσχον. ταῦτα μὲν ἐν Λαζοῖς γέγονε.
12.20
Ῥωμαῖοι δέ, Σίττα τε καὶ Βελισαρίου ἡγουμένων σφίσιν, ἐς Περσαρμενίαν τὴν Περσῶν κατήκοον ἐσβαλόντες χώραν τε πολλὴν ἐληίσαντο καὶ Ἀρμενίων πάμπολυ πλῆθος ἀνδραποδίσαντες ἀπεχώρησαν.
12.21
τούτω δὲ τὼ ἄνδρε νεανία μὲν καὶ πρῶτον ὑπηνήτα ἤστην, Ἰουστινιανοῦ δὲ στρατηγοῦ δορυφόρω, ὃς δὴ χρόνῳ ὕστερον ξὺν Ἰουστίνῳ τῷ θείῳ τὴν βασιλείαν ἔσχεν. ἑτέρας δὲ ἐσβολῆς Ῥωμαίοις ἐς Ἀρμενίαν γεγενημένης Ναρσῆς τε καὶ Ἀράτιος παρὰ δόξαν ὑπαντιάσαντες ἐς χεῖρας ἦλθον.
12.22
οἳ οὐ πολλῷ ὕστερον ἐς Ῥωμαίους τε αὐτόμολοι ἵκοντο καὶ ξὺν Βελισαρίῳ ἐς Ἰταλίαν ἐστράτευσαν, τότε μέντοι τοῖς ἀμφὶ Σίτταν τε καὶ Βελισάριον ξυμβαλόντες τὸ πλέον ἔσχον.