Kitap 1
12.6
ὁ δὲ ταῦτά τε αὐτῷ ξὺν προθυμίᾳ πολλῇ ἐδίδου καὶ Πρόβον τὸν Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῦν, ἄνδρα πατρίκιον, ξὺν χρήμασι πολλοῖς ἐς Βόσπορον ἔπεμψεν, ἐφ’ ᾧ στράτευμα Οὔννων χρήμασιν ἀναπείσας Ἴβηρσι πέμψῃ ἐς ξυμμαχίαν.
12.7
ἔστι δὲ πόλις ἐπιθαλασσία ἡ Βόσπορος, ἐν ἀριστερᾷ μὲν ἐσπλέοντι τὸν Εὔξεινον καλούμενον πόντον, Χερσῶνος δὲ πόλεως, ἣ γῆς τῆς Ῥωμαίων ἐσχάτη ἐστίν, ὁδῷ διέχουσα ἡμερῶν εἴκοσιν. ὦν δὴ τὰ ἐν μέσῳ ἅπαντα Οὖννοι ἔχουσιν.
12.8
οἱ δὲ Βοσπορῖται αὐτόνομοι μὲν τὸ παλαιὸν ᾤκουν, Ἰουστίνῳ δὲ βασιλεῖ ἔναγχος προσχωρεῖν ἔγνωσαν.
12.9
ἐπεὶ δὲ Πρόβος ἐνθένδε ἄπρακτος ἀνεχώρησε, Πέτρον στρατηγὸν σὺν Οὔννοις τισὶν ἐς Λαζικὴν βασιλεὺς ἔπεμψε Γουργένῃ ὅση δύναμις ξυμμαχήσοντα.
12.10
ἐν τούτῳ δὲ Καβάδης στράτευμα λόγου πολλοῦ ἄξιον ἐπί τε Γουργένην καὶ Ἴβηρας ἔπεμψε καὶ στρατηγὸν ἄνδρα Πέρσην, οὐαρίζην μὲν τὸ ἀξίωμα, Βόην δὲ ὄνομα.
12.11
ὅ τε Γουργένης ἐλάσσων ὀφθεὶς ἢ φέρειν τὴν Περσῶν ἔφοδον, ἐπεί οἱ τὰ ἐκ Ῥωμαίων οὐχ ἱκανὰ ἦν, ξὺν Ἰβήρων τοῖς λογίμοις ἅπασιν ἐς Λαζικὴν ἔφυγε, τήν τε γυναῖκα καὶ τοὺς παῖδας ξὺν τοῖς ἀδελφοῖς ἐπαγόμενος, ὧν δὴ Περάνιος ὁ πρεσβύτατος ἦν.
12.12
ἐν δὲ τοῖς Λαζικῆς ὁρίοις γενόμενοι ἔμενον, ταῖς τε δυσχωρίαις φραξάμενοι τοὺς πολεμίους ὑφίσταντο.
12.13
Πέρσαι δὲ αὐτοῖς ἐπισπόμενοι οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἔπρασσον, τοῦ πράγματος σφίσι διὰ τὰς δυσχωρίας ἀντιστατοῦντος.
12.14
Ἔπειτα δὲ οἵ τε Ἴβηρες ἐς Βυζάντιον παρεγένοντο καὶ Πέτρος ἐς βασιλέα μετάπεμπτος ἦλθε, καὶ τὸ λοιπὸν βασιλεὺς Λαζοῖς οὐ βουλομένοις ξυμφυλάσσειν τὴν χώραν ἠξίου, στράτευμά τε καὶ Εἰρηναῖον ἄρχοντα πέμψας.