Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

11.18 οὑτωσὶ γάρ μοι περὶ τούτων διαλογίζεσθε· φύσει τοῖς παισὶ τὰ τῶν πατέρων ὀφείλεται, οἵ τε νόμοι τῷ διαλλάσσοντι ἀλλήλοις ἀεὶ ἐν πᾶσιν ἀνθρώποις μαχόμενοι ἐνταῦθα ἔν τε Ῥωμαίοις καὶ πᾶσι βαρβάροις ξυνίασί τε καὶ ξυνομολογοῦντες ἀλλήλοις κυρίους ἀποφαίνουσι τοὺς παῖδας εἶναι τοῦ τοῦ πατρὸς κλήρου. ὥστε τὰ πρῶτα ἑλομένοις ὑμῖν πάντα λελείψεται τὰ λοιπὰ ξυγχωρεῖν.”
11.19 Πρόκλος μὲν τοσαῦτα εἶπε. βασιλεὺς δὲ καὶ ὁ βασιλέως ἀδελφιδοῦς τούς τε λόγους ἐνεδέχοντο καὶ τὸ πρακτέον ἐν βουλῇ ἐποιοῦντο.
11.20 ἐν τούτῳ δὲ καὶ ἄλλα Καβάδης γράμματα πρὸς Ἰουστῖνον βασιλέα πέμψας, ἄνδρας τε αὐτὸν στεῖλαι δοκίμους ἠξίου, ἐφ’ ᾧ τὴν εἰρήνην πρὸς αὐτὸν θήσονται, καὶ γράμμασι τὸν τρόπον σημῆναι καθ’ ὃν ἂν αὐτῷ τὴν τοῦ παιδὸς εἰσποίησιν θέσθαι βουλομένῳ εἴη.
11.21 καὶ τότε δὴ Πρόκλος ἔτι μᾶλλον ἢ πρότερον τὴν Περσῶν πεῖραν διέβαλλε, μέλειν τε αὐτοῖς ἰσχυρίζετο ὅπως δὴ τὸ Ῥωμαίων κράτος σφίσιν αὐτοῖς ὡς ἀσφαλέστατα προσποιήσωνται.
11.22 καὶ γνώμην ἀπέφαινε τὴν μὲν εἰρήνην αὐτοῖς αὐτίκα δὴ μάλα περαίνεσθαι, ἄνδρας δὲ τοὺς πρώτους ἐκ βασιλέως ἐπ’ αὐτῇ στέλλεσθαι, οὓς δὴ δεήσει πυνθανομένῳ τῷ Καβάδῃ καθ’ ὅ τι δεῖ τὴν ἐσποίησιν Χοσρόῃ γενέσθαι, διαρρήδην ἀποκρίνασθαι ὅτι δεῖ ὡς βαρβάρῳ προσήκει, δηλῶν ὅτι οὐ γράμμασιν οἱ βάρβαροι τοὺς παῖδας ἐς ποιοῦνται, ἀλλ’ ὅπλων σκευῇ.
11.23 οὕτω τοίνυν τοὺς πρέσβεις Ἰουστῖνος βασιλεὺς ἀπεπέμψατο, ἄνδρας τοὺς Ῥωμαίων ἀρίστους ἕψεσθαι σφίσιν οὐκ ἐς μακρὰν ὑποσχόμενος, οἳ τά τε ἀμφὶ τῇ εἰρήνῃ καὶ τῷ Χοσρόῃ ὡς ἄριστα διοικήσονται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi