Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

11.11 καὶ κατὰ τάχος ἐς τὴν πρᾶξιν ἠπειγέσθην τὴν ἐσποίησιν ἐν γράμμασι θέσθαι ᾗ νόμος Ῥωμαίοις, εἰ μὴ Πρόκλος ἐκώλυσεν, ὃς βασιλεῖ τότε παρήδρευε τὴν τοῦ καλουμένου κοιαίστωρος ἀρχὴν ἔχων, ἀνὴρ δίκαιός τε καὶ χρημάτων διαφανῶς ἀδωρότατος.
11.12 διὸ δὴ οὔτε νόμον τινὰ εὐπετῶς ἔγραφεν οὔτε τι τῶν καθεστώτων κινεῖν ἤθελεν, ὃς καὶ τότε ἀνταίρων ἔλεξε τοιάδε·
11.13 “Νεωτέροις μὲν ἐγχειρεῖν πράγμασιν οὔτε εἴωθα καὶ ἄλλως δέδοικα πάντων μάλιστα, εὖ εἰδὼς ὅτι ἐν τῷ νεωτεροποιῷ τό γε ἀσφαλὲς οὐδαμῶς σώζεται.
11.14 δοκῶ δέ μοι, εἰ καὶ λίαν τις ἦν περὶ ταῦτα θρασύς, ἀποκνῆσαι ἂν ἐς τήνδε τὴν πρᾶξιν· καὶ κατορρωδῆσαι τὸν ἐξ αὐτῆς σάλον·
11.15 οὐ γὰρ ἄλλο οὐδὲν οἶμαι ἔν γε τῷ παρόντι ἡμῖν ἐν βουλῇ εἶναι ἢ ὅπως ἂν τὰ Ῥωμαίων πράγματα Πέρσαις εὐπρεπεῖ παραδοίημεν λόγῳ, οἵ γε οὐκ ἐγκρυφιάζοντες οὐδὲ παραπετάσμασί τισι χρώμενοι, ἀλλὰ διαρρήδην ὁμολογοῦντες τὸ βούλευμα, οὕτως ἀνέδην ἀφαιρεῖσθαι τὴν βασιλείαν ἡμᾶς ἀξιοῦσι, τῷ μὲν τῆς ἀπάτης φανερῷ τὴν ἀφέλειαν προϊσχόμενοι, λόγῳ δὲ ἀναιδεῖ τὴν ἀπραγμοσύνην προβεβλημένοι.
11.16 καίτοι χρῆν ἑκάτερον ὑμῶν ταύτην τῶν βαρβάρων τὴν πεῖραν παντὶ ἀποκρούεσθαι σθένει· σὲ μέν, ὦ βασιλεῦ, ὅπως δὴ μὴ Ῥωμαίων εἴης βασιλεὺς ὕστατος, σὲ δέ, ὦ στρατηγέ, ὅπως ἂν μὴ σαυτῷ ἐς τὴν βασιλείαν ἐμποδὼν γένοιο.
11.17 τὰ μὲν γὰρ ἄλλα σοφίσματα λόγου ὡς ἐπὶ πλεῖστον σεμνότητι καλυπτόμενα ἴσως ἄν που καὶ ἑρμηνέως τοῖς πολλοῖς δέοιτο, αὕτη δὲ ἄντικρυς ἐκ προοιμίων εὐθὺς ἡ πρεσβεία τῷ Ῥωμαίων βασιλεῖ Χοσρόην τοῦτον, ὅστις ποτέ ἐστι, κληρονόμον εἰσποιεῖν βούλεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi