Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

10.1 Τὸ Κιλίκων ὄρος ὁ Ταῦρος ἀμείβει μὲν τὰ πρῶτα Καππαδόκας τε καὶ Ἀρμενίους καὶ τῶν Περσαρμενίων καλουμένων τὴν γῆν, ἔτι μέντοι Ἀλβανούς τε καὶ Ἴβηρας, καὶ ὅσα ἄλλα ἔθνη αὐτόνομά τε καὶ Πέρσαις κατήκοα ταύτῃ ᾤκηνται.
10.2 ἐξικνεῖται γὰρ ἐς χώραν πολλήν, προϊόντι δὲ ἀεὶ τὸ ὄρος τοῦτο ἐς μέγα τι χρῆμα εὔρους τε καὶ ὕψους διήκει.
10.3 ὑπερβάντι δὲ τοὺς Ἰβήρων ὅρους ἀτραπός τίς ἐστιν ἐν στενοχωρίᾳ πολλῇ, ἐπὶ σταδίους πεντήκοντα ἐξικνουμένη.
10.4 αὕτη δὲ ἡ ἀτραπὸς ἐς ἀπότομόν τινα καὶ ὅλως ἄβατον τελευτᾷ χῶρον. δίοδος γὰρ οὐδεμία τὸ λοιπὸν φαίνεται, πλήν γε δὴ ὅτι ὥσπερ τινὰ χειροποίητον πυλίδα ἐνταῦθα ἡ φύσις ἐξεῦρεν, ἣ Κασπία ἐκ παλαιοῦ ἐκλήθη.
10.5 τὸ δὲ ἐνθένδε πεδία τέ ἐστιν ἱππήλατα καὶ ὑδάτων πολλῶν ἀτεχνῶς ἔμπλεα, καὶ χώρα πολλὴ ἱππόβοτός τε καὶ ἄλλως ὑπτία.
10.6 οὗ δὴ τὰ Οὔννων ἔθνη σχεδόν τι ἅπαντα ἵδρυται ἄχρι ἐς τὴν Μαιῶτιν διήκοντα λίμνην.
10.7 οὗτοι ἢν μὲν διὰ τῆς πυλίδος ἧς ἄρτι ἐμνήσθην ἴωσιν ἐς τὰ Περσῶν τε καὶ Ῥωμαίων ἤθη, ἀκραιφνέσι τε τοῖς ἵπποις ἴασι καὶ περιόδῳ τινὶ οὐδαμῆ χρώμενοι οὐδὲ κρημνώδεσιν ἐντυχόντες χωρίοις, ὅτι μὴ τοῖς πεντήκοντα σταδίοις ἐκείνοις οἷσπερ εἰς τοὺς Ἰβηρίους ὅρους, ὥσπερ ἐρρήθη, διήκουσιν.
10.8 ἐπ’ ἄλλας δέ τινας ἐξόδους ἰόντες πόνῳ τε πολλῷ παραγίνονται καὶ ἵπποις οὐκέτι χρῆσθαι τοῖς αὐτοῖς ἔχοντες. περιόδους τε γὰρ αὐτοὺς περιιέναι πολλὰς ἐπάναγκες καὶ ταύτας κρημνώδεις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi