Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

9.21 σιτίων γὰρ τῶν ἐνταῦθα λελειμμένων τὸ μέτρον καὶ βαρβάρων τῶν ἐξεληλυθότων τὸν ὅμιλον λογισάμενοι, ἑπτὰ μάλιστα ἡμερῶν ηὕρισκον δαπάνην ἐν τῇ πόλει ἀπολελεῖφθαι, καίπερ Γλώνου τε καὶ τοῦ ἐκείνου παιδὸς ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν πολλοῦ χρόνου ἐνδιδόντος τὰ σιτία Πέρσαις.
9.22 Ῥωμαίοις γὰρ τοῖς ἐν τῇ πόλει, ὥσπερ μοι προδεδήλωται, ξὺν αὐτοῖς μείνασιν οὐδὲν τὸ παράπαν χορηγεῖν ἔγνωσαν, ἐξ ὅτου οἱ πολέμιοι ἐς τὴν πολιορκίαν κατέστησαν, οἳ δὴ ἐς βρώσεις ἀήθεις τὰ πρῶτα ἐλθόντες τῶν τε οὐ θεμιτῶν ἁψάμενοι πάντων,
9.23 εἶτα τελευτῶντες καὶ ἀλλήλων ἐγεύσαντο. διὸ δὴ ἐξηπατημένοι τε πρὸς τῶν βαρβάρων οἱ στρατηγοὶ ᾔσθοντο καὶ τοῖς στρατιώταις τὴν ἀκρασίαν ὠνείδιζον, ὅτι δὴ ἀπειθεστέρους αὑτοὺς παρεχόμενοι σφίσι, παρὸν δορυαλώτους Πέρσας τε τοσούτους τὸ πλῆθος καὶ Γλώνου τὸν υἱὸν σὺν τῇ πόλει ἑλεῖν, οἱ δὲ τὰ Ῥωμαίων χρήματα ἐς τοὺς πολεμίους μετενεγκόντες αἶσχός τε ἀνεδήσαντο μέγα καὶ Ἄμιδαν ἀργυρώνητον πρὸς Περσῶν ἔλαβον.
9.24 ὕστερον δὲ Πέρσαι, τοῦ πρὸς Οὔννους πολέμου σφίσι μηκυνομένου, ἐς σπονδὰς Ῥωμαίοις ξυνίασιν, αἵπερ αὐτοῖς ἐς ἑπτὰ ἔτη ἐγένοντο, Κέλερός τε τοῦ Ῥωμαίου καὶ Ἀσπεβέδου τοῦ Πέρσου αὐτὰς ποιησαμένων, ἐπ’ οἴκου τε ἀμφότεροι ἀναχωρήσαντες ἡσυχῆ ἔμενον.
9.25 οὕτω μέν, ὥσπερ ἐρρήθη, ἀρξάμενος ὁ Ῥωμαίων τε καὶ Περσῶν πόλεμος ἐς τόδε ἐτελεύτα. τὰ δὲ ἀμφὶ πύλας τὰς Κασπίας ξυνενεχθέντα ἐρῶν ἔρχομαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi