Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

9.14 οὓς δὴ ἀμφὶ κώμην Θιλασάμων σταδίους τεσσαράκοντα Ἀμίδης διέχουσαν ἐν νάπαις τε καὶ χωρίοις ὑλώδεσιν ἔκρυψε, καὶ αὐτοῦ μένειν ἐν ταύταις δὴ ταῖς ἐνέδραις ἐπέστελλεν, ἔς τε τὴν πόλιν δρόμῳ ἐχώρει.
9.15 καὶ τῷ Γλώνῃ ἕτοιμον εἰπὼν τὸ θήραμα εἶναι, αὐτῷ τε καὶ τοῖς διακοσίοις ἐξηγήσατο ἐπὶ τὴν τῶν πολεμίων ἐνέδραν. ἐπειδή τε διέβησαν τὸν χῶρον οὗ προλοχίζοντες Ῥωμαῖοι ἐκάθηντο, Γλώνην τε καὶ Πέρσας λαθὼν ἅπαντας, ἔκ τε τῆς ἐνέδρας τοὺς Ῥωμαίους ἀνέστησε καὶ αὐτοῖς τοὺς πολεμίους ἐπέδειξεν.
9.16 οὕσπερ ἐπειδὴ ἐπὶ σφᾶς ἰόντας κατεῖδον Πέρσαι, κατεπλάγησάν τε τῷ ἀπροσδοκήτῳ καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο. οὔτε γὰρ ὀπίσω ἀπελαύνειν οἷοί τε ἦσαν, κατὰ νώτου ὄντων σφίσι τῶν ἐναντίων, οὔτε πη ἑτέρωσε φεύγειν ἐν γῇ πολεμίᾳ ἐδύναντο.
9.17 ἐκ δὲ τῶν παρόντων ὡς ἐς μάχην ταξάμενοι τοὺς ἐπιόντας ἠμύνοντο, τῷ τε πλήθει παρὰ πολὺ ἐλασσούμενοι ἡσσήθησάν τε καὶ ξὺν τῷ Γλώνῃ ἅπαντες διεφθάρησαν.
9.18 ὅπερ ἐπειδὴ ὁ τοῦ Γλώνου υἱὸς ἔμαθε, περιαλγήσας τε καὶ τῷ θυμῷ ζέων ὅτι δὴ τῷ πατρὶ ἀμύνειν οὐκ εἶχε, τὸν Συμεώνου νεὼν ἔκαυσεν, ἁγίου ἀνδρός, ἵνα δὴ ὁ Γλώνης κατέλυε.
9.19 καίτοι ἄλλην τινὰ οἰκοδομίαν οὔτε Γλώνης οὔτε Καβάδης, οὐ μὴν οὐδὲ Περσῶν τις ἄλλος οὔτε καθελεῖν ἔγνω οὔτε τῳ ἄλλῳ ἀφανίζειν τρόπῳ ἔν γε Ἀμίδῃ ταύτης ἐκτός. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.
9.20 Οὕτω μὲν Ἄμιδαν Ῥωμαῖοι τὰ χρήματα δόντες ἀπέλαβον δύο ἐνιαυτοῖς ὕστερον ἢ πρὸς τῶν πολεμίων ἑάλω. καὶ ἐπεὶ ἐν ταύτῃ ἐγένοντο, ἥ τε αὐτῶν ὀλιγωρία καὶ Περσῶν τὸ καρτερὸν τῆς διαίτης ἐγνώσθη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi