Kitap 1
9.7
παρά τε τὸν Γλώνην ἥκων τάς τε τρίχας τίλλων, “Ἐτύγχανον μέν, ὦ δέσποτα,” εἶπεν, “ἅπαντά σοι ἐκ τοῦ χωρίου τἀγαθὰ φέρων, ἐντυχόντες δὲ στρατιῶται Ῥωμαῖοι ʽκαὶ γάρ που ἐς τὰ ταύτῃ χωρία κατ’ ὀλίγους περιιόντες τοὺς οἰκτροὺς ἀγροίκους βιάζονταἰ πληγάς τέ μοι οὐ φορητὰς προσετρίψαντο καὶ πάντα ἀφελόμενοι οἱ λῃσταὶ ᾤχοντο, οἷς δὴ ἐκ παλαιοῦ Πέρσας τε δεδιέναι καὶ τοὺς γεωργοὺς βιάζεσθαι νόμος.
9.8
ἀλλ’ ὅπως, ὦ δέσποτα, σαυτῷ τε καὶ ἡμῖν καὶ Πέρσαις ἀμύνῃς. ἢν γὰρ ἐς τῆς πόλεως τὰ προάστεια κυνηγετήσων ἴῃς, θήραμά σοι οὐ φαῦλον ἔσται. κατὰ πέντε γὰρ ἢ τέτταρας οἱ κατάρατοι περιιόντες λωποδυτοῦσιν.” ὁ μὲν ταῦτα·
9.9
εἶπεν. ἀναπεισθεὶς δὲ ὁ Γλώνης τοῦ ἀνθρώπου ἀνεπυνθάνετο πόσους ποτὲ Πέρσας οἴεταί οἱ ἐς τὴν πρᾶξιν ἱκανοὺς ἔσεσθαι.
9.10
ὁ δὲ πεντήκοντα μὲν ἀποχρήσειν οἱ μάλιστα ἔφη· οὐ γὰρ ἂν αὐτῶν πλείοσί ποτε ἢ κατὰ πέντε ὁδῷ ἰοῦσιν ἐντύχοιεν, τοῦ δὲ μηδὲν ἀπροσδόκητον σφίσι ξυμβῆναι οὐδέν τι χεῖρον καὶ ἑκατὸν ἐς τὸ ἔργον ἐπαγαγέσθαι· ἢν δὲ καὶ τούτων διπλασίους, τῷ παντὶ ἄμεινον. βλάβος γὰρ ἀνθρώπῳ ἐκ τοῦ περιόντος οὐκ ἂν γένοιτο.
9.11
Γλώνης μὲν οὖν ἱππέας διακοσίους ἀπολεξάμενος τὸν ἄνθρωπον σφίσιν ἐξηγεῖσθαι ἐκέλευεν.
9.12
ὁ δὲ ἄμεινον ἰσχυρίζετο εἶναι αὐτὸν ἐπὶ κατασκοπῇ στέλλεσθαι πρότερον, καὶ ἢν ἔτι ἐν χωρίοις τοῖς αὐτοῖς περιιόντας Ῥωμαίους ἰδὼν ἀπαγγείλῃ, οὕτω δὴ ἐν δέοντι ποιεῖσθαι τὴν ἔξοδον Πέρσας. εὖ τε οὖν εἰπεῖν ἔδοξε τῷ Γλώνῃ καὶ αὐτοῦ ἀφιέντος ἐστέλλετο.
9.13
παρά τε τὸν στρατηγὸν Πατρίκιον ἥκων ἅπαντα ἔφραζε· καὶ ὃς τῶν δορυφόρων τῶν αὑτοῦ δύο καὶ στρατιώτας χιλίους ξὺν αὐτῷ ἔπεμψεν.