Kitap 1
9.2
ἀλλ’ οἱ στρατηγοὶ οὐδὲν πεπυσμένοι ἀμφὶ τῶν πολεμίων τῇ ἀπορίᾳ, ἐπειδὴ τοὺς στρατιώτας τῇ προσεδρείᾳ καὶ τῷ χειμῶνι ἀχθομένους ἑώρων, ἅμα δὲ καὶ Περσῶν στράτευμα ἐπὶ σφᾶς ἥξειν οὐκ εἰς μακρὰν ὑπετόπαζον, τρόπῳ ὅτῳ δὴ ἐνθένδε ἀπαλλάσσεσθαι ἐν σπουδῇ εἶχον.
9.3
οἵ τε Πέρσαι, οὐκ ἔχοντες τίνες ἂν ἐν τοῖσδε τοῖς δεινοῖς γένοιντο, τὴν μὲν ἀπορίαν τῶν ἀναγκαίων ἐς τὸ ἀκριβὲς ἔκρυπτον, δόκησιν παρέχοντες ὡς πάντων σφίσι τῶν ἐπιτηδείων ἀφθονία εἴη, ἐς δὲ τὰ οἰκεῖα ξὺν τῷ εὐπρεπεῖ λόγῳ ἀναχωρεῖν ἤθελον.
9.4
γίνονται οὖν ἐν ἀμφοτέροις λόγοι, ἐφ’ ᾧ δὴ Πέρσαι λίτρας χρυσίου χιλίας λαβόντες ἀποδώσουσι Ῥωμαίοις τὴν πόλιν. ἑκάτεροί τε ἄσμενοι τὰ ξυγκείμενα ἐπιτελῆ ἐποίουν, τά τε χρήματα λαβὼν ὁ τοῦ Γλώνου υἱὸς Ἄμιδαν Ῥωμαίοις παρέδωκε. Γλώνης γὰρ ἤδη ἐτετελευτήκει τρόπῳ τοιῷδε.
9.5
Οὔπω μὲν στρατοπεδευσαμένων ἐνταῦθα Ῥωμαίων, Ἀμίδης δὲ πόλεως ὄντων οὐ μακρὰν ἄποθεν, τῶν τις ἀγροίκων, ὅσπερ εἰώθει ἐς τὴν πόλιν ἐσιὼν λάθρα ὄρνις τε καὶ ἄρτους καὶ τῶν ὡραίων πολλὰ τῷ Γλώνῃ τούτῳ ἀποδίδοσθαι χρημάτων μεγάλων, Πατρικίῳ τῷ στρατηγῷ ἐς ὄψιν ἐλθὼν Γλώνην οἱ ἐς χεῖρας παραδώσειν ξὺν Πέρσαις διακοσίοις ὑπέσχετο, ἤν τινος ἀμοιβῆς ἐλπίδα λαβὼν παρ’ αὐτοῦ εἴη.
9.6
ὁ δὲ αὐτῷ ἅπαντα ὅσα ἦν βουλομένῳ ὑποσχόμενος ἔσεσθαι τὸν ἄνθρωπον ἀπεπέμψατο. καὶ ὃς τά τε ἱμάτια δεινῶς διαρρήξας καὶ δεδακρυμένῳ ἐοικὼς ἐς τὴν πόλιν εἰσῆλθε.