Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

8.18 Ῥωμαῖοι δὲ οὐκ ἐνεγκόντες τὴν ἔφοδον ἐς ἀλκὴν μὲν τὸ παράπαν οὐκ ἔβλεπον, ἔφευγον δὲ ὡς ἕκαστός πη ἐδύνατο, καὶ αὐτῶν οἱ μὲν καταλαμβανόμενοι ἔθνησκον, οἱ δὲ ἀνιόντες εἰς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει ἐρρίπτουν αὑτοὺς κατὰ τὸ κρημνῶδες ξὺν φόβῳ καὶ θορύβῳ πολλῷ.
8.19 ὅθεν δὴ οὐδένα σεσῶσθαί φασι, Πατρίκιος δὲ καὶ Ὑπάτιος κατ’ ἀρχὰς τῆς ἐφόδου διαφυγεῖν ἴσχυσαν. ἔπειτα δὲ Καβάδης, Οὔννων πολεμίων ἐς γῆς τὴν αὐτοῦ ἐσβεβληκότων, παντὶ τῷ στρατῷ ἐπ’ οἴκου ἀνεχώρησε, πόλεμόν τε μακρὸν πρὸς τὸ ἔθνος τοῦτο ἐς τῆς χώρας τὰ πρὸς ἄρκτον διέφερεν.
8.20 ἐν τούτῳ δὲ καὶ τὸ ἄλλο στράτευμα Ῥωμαίων ἦλθε, λόγου μέντοι ἄξιον οὐδὲν ἔδρασαν, ὅτι δὴ αὐτοκράτωρ τοῦ πολέμου κατέστη οὐδείς, ἀλλ’ ἴσοι πρὸς ἀλλήλους οἱ στρατηγοὶ ὄντες ἀντεστάτουν τε ἀλλήλων ταῖς γνώμαις καὶ γίνεσθαι ἐν τῷ αὐτῷ οὐδαμῆ ἤθελον.
8.21 Κέλερ δὲ ξὺν τοῖς ἑπομένοις Νύμφιον ποταμὸν διαβὰς ἐσβολήν τινα ἐς τὴν Ἀρζανηνὴν ἐποιήσατο.
8.22 ἔστι δὲ ὁ ποταμὸς οὗτος Μαρτυροπόλεως μὲν ἀγχοτάτω, Ἀμίδης δὲ ὅσον ἀπὸ σταδίων τριακοσίων. οἳ δὴ ληισάμενοι τὰ ἐκείνῃ χωρία ἐπανῆλθον οὐ πολλῷ ὕστερον. δι’ ὀλίγου τε ἡ ἐπιδρομὴ αὕτη ἐγένετο.
9.1 Μετὰ δὲ Ἀρεόβινδος μὲν ἐς Βυζάντιον ὡς βασιλέα μετάπεμπτος ἦλθεν, οἱ δὲ λοιποὶ ἐς Ἄμιδαν ἀφικόμενοι χειμῶνος ὥρᾳ ἐς πολιορκίαν καθίσταντο. καὶ βίᾳ μὲν ἑλεῖν τὸ χωρίον, καίπερ πολλὰ ἐγκεχειρηκότες, οὐκ ἴσχυσαν, λιμῷ δὲ τοῦτο ποιεῖν ἔμελλον· πάντα γὰρ τοὺς πολιορκουμένους τὰ ἐπιτήδεια ἐπιλελοίπει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi