Kitap 1
8.10
οἱ μὲν οὖν ἀμφὶ Ἀρεόβινδον ἐστρατοπεδεύσαντο ἐν χωρίῳ Ἀρζάμων, ἀπέχοντι Κωνσταντίνης πόλεως δυοῖν ἡμέραιν ὁδόν, οἱ δὲ ἀμφὶ Πατρίκιον καὶ Ὑπάτιον ἐν χωρίῳ Σίφριος, ὅπερ Ἀμίδης πόλεως οὐχ ἧσσον ἢ πεντήκοντα καὶ τριακοσίους σταδίους ἀπέχει. Κέλερ γὰρ οὔπω ἐνταῦθα ἀφῖκτο.
8.11
Ἀρεόβινδος δὲ ἐπειδὴ Καβάδην παντὶ τῷ στρατῷ ἐπιέναι σφίσιν ἐπύθετο, ἀπολιπὼν τὸ στρατόπεδον ξὺν τοῖς ἑπομένοις ἅπασιν ἐς φυγὴν ὥρμητο καὶ ἐς Κωνσταντίναν δρόμῳ ἐχώρει.
8.12
ἐπελθόντες δὲ ὀλίγῳ ὕστερον οἱ πολέμιοι ἔρημον ἀνδρῶν αὐτοῖς χρήμασι τὸ στρατόπεδον εἷλον. ἔνθεν τε κατὰ τάχος ἐπὶ Ῥωμαίων τὸ ἄλλο στράτευμα ᾔεσαν.
8.13
οἱ δὲ ἀμφὶ Πατρίκιον καὶ Ὑπάτιον Ἐφθαλίταις ἐντυχόντες ὀκτακοσίοις οἳ τοῦ Περσῶν στρατοῦ ἔμπροσθεν ᾔεσαν, σχεδόν τι ἅπαντας ἔκτειναν.
8.14
οὐδὲν δὲ ἀμφὶ τῷ Καβάδῃ καὶ τῇ Περσῶν στρατιᾷ πεπυσμένοι, ἅτε νενικηκότες, ἀδεέστερον τῇ διαίτῃ ἐχρῶντο. τὰ γοῦν ὅπλα καταθέμενοι ἄριστον σφίσιν ἡτοίμαζον. ἤδη γὰρ τῆς ἡμέρας ὁ καιρὸς ἐνταῦθα ἦγε.
8.15
ῥύαξ δέ τις ἔρρει ἐν τούτῳ τῷ χώρῳ, ἵνα Ῥωμαῖοι τὰ κρέα καθαίρειν ἤρξαντο οἷς δὴ σιτίζεσθαι ἔμελλον.
8.16
τινὲς δὲ ἀχθόμενοι τῷ πνίγει καὶ λοῦσθαι ἠξίουν, ταύτῃ τε ταραχθὲν τὸ τοῦ ῥύακος ὕδωρ πρόσω ἐχώρει. Καβάδης δὲ τὰ ἐς τοὺς Ἐφθαλίτας ξυμπεσόντα μαθὼν ἐπὶ τοὺς πολεμίους κατὰ τάχος ᾔει·
8.17
κατιδών τε συγκεχυμένον τὸ τοῦ ῥύακος ὕδωρ καὶ ξυμβαλὼν τὸ ποιούμενον ἔγνω ἀπαρασκεύους τοὺς ἐναντίους εἶναι, καὶ κατὰ κράτος ἤδη ἐπ’ αὐτοὺς ἐλαύνειν ἐκέλευεν. αὐτίκα τε αὐτοῖς ἑστιωμένοις τε καὶ ἀνόπλοις οὖσιν ἐπέστησαν.