Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

8.4 στράτευμα γὰρ τοιοῦτό φασιν οὔτε πρότερον οὔτε ὕστερον ἐπὶ Πέρσας Ῥωμαίοις ξυστῆναι. οὗτοι μέντοι ἅπαντες οὐκ ἐς ταὐτὸ ἀγηγερμένοι οὐδὲ στράτευμα ἓν ποιησάμενοι ᾔεσαν, ἀλλ’ αὐτὸς ἕκαστος τοῖς κατ’ αὐτὸν στρατιώταις ἐξηγεῖτο ἐπὶ τοὺς πολεμίους.
8.5 χορηγὸς δὲ τῆς τοῦ στρατοπέδου δαπάνης Ἀπίων Αἰγύπτιος ἐστάλη, ἀνὴρ ἐν πατρικίοις ἐπιφανής τε καὶ δραστήριος ἐς τὰ μάλιστα, καὶ αὐτὸν βασιλεὺς κοινωνὸν τῆς βασιλείας ἐν γράμμασιν ἀνεῖπεν, ὅπως οἱ ἐξουσία εἴη τὰ ἐς τὴν δαπάνην ᾗ βούλοιτο διοικήσασθαι.
8.6 Ὁ μὲν οὖν στρατὸς οὗτος χρόνῳ τε ξυνελέγοντο καὶ σχολαίτεροι ἐπορεύοντο. διὸ δὴ τοὺς βαρβάρους ἐν γῇ τῇ Ῥωμαίων οὐχ εὗρον, ἐπεὶ ἐξ ἐπιδρομῆς οἱ Πέρσαι τὴν ἔφοδον ποιησάμενοι αὐτίκα δὴ ἐς τὰ πάτρια ἤθη ἀνεχώρησαν ξὺν πάσῃ τῇ λείᾳ.
8.7 τῶν δὲ στρατηγῶν οὐδεὶς ἐς πολιορκίαν τῶν ἐν Ἀμίδῃ ἀπολελειμμένων ἐν τῷ παρόντι καθίστασθαι ἤθελε· πολλὰ γὰρ ἐσκομίσασθαι σφᾶς τὰ ἐπιτήδεια ἔμαθον· ἀλλ’ ἐς τῶν πολεμίων τὴν χώραν ἐσβολὴν ποιήσασθαι ἐν σπουδῇ εἶχον.
8.8 οὐ μὴν ἐπὶ τοὺς βαρβάρους κοινῇ ᾔεσαν, ἀλλὰ χωρὶς ἀλλήλων στρατοπεδευόμενοι ἐπορεύοντο. ταῦτα Καβάδης μαθὼν ʽἄγχιστα γάρ που ἐτύγχανεν ὢν’ ἐς τὰ Ῥωμαίων ὅρια κατὰ τάχος ἐλθὼν ὑπηντίαζεν.
8.9 οὔπω μέντοι Ῥωμαῖοι τῷ παντὶ στρατῷ Καβάδην ἰέναι ἐπ’ αὐτοὺς ἔμαθον, ἀλλὰ Περσῶν ᾤοντο στράτευμα βραχύ τι ἐνταῦθα εἶναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi