Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

6.14 ἔδεισε γὰρ μή τις ἵκοιτο ἐς αὐτὸν πρῶτος τῷ χαναράγγῃ οὐ ξυγγενὴς ὤν, τόν τε νόμον ἀναγκάζηται λύειν ὅπως αὐτὸς ἀληθίζηται.
6.15 ταῦτα δέ οἱ ἐν νῷ ἔχοντι ξυνέβη τις τύχη ὥστε μὴ τὸν νόμον ἀτιμάζοντι ἀληθεῖ εἶναι. ἔτυχε γὰρ πρῶτος Ἀδεργουδουνβάδης ἐς αὐτὸν ἥκων, νεανίας ἀνήρ, ξυγγενής τε ὢν τῷ Γουσαναστάδῃ καὶ διαφερόντως ἀγαθὸς τὰ πολέμια.
6.16 ὃς δὴ δεσπότην τε προσεῖπε Καβάδην καὶ βασιλέα προσεκύνησε πρῶτος, ἐδεῖτό τέ οἱ ἅτε δούλῳ ὅ τι βούλοιτο χρῆσθαι.
6.17 Καβάδης οὖν ἐν τοῖς βασιλείοις οὐδενὶ πόνῳ γενόμενος, ἔρημόν τε Βλάσην τῶν ἀμυνομένων λαβὼν ἐξετύφλωσε, τρόπῳ δὴ ὅτῳ τυφλοὺς οἱ Πέρσαι ποιεῖν τοὺς κακούργους εἰώθασιν, ἔλαιον ἕψοντες καὶ αὐτὸ ὡς μάλιστα ζέον ἐς τοὺς ὀφθαλμοὺς οὔτι μύοντας ἐπιχέοντες, ἢ περόνην τινὰ σιδηρᾶν πυρακτοῦντες ταύτῃ τε τῶν ὀφθαλμῶν τὰ ἐντὸς χρίοντες, καὶ τὸ λοιπὸν ἐν φυλακῇ εἶχεν ἄρξαντα Περσῶν ἐνιαυτοὺς δύο.
6.18 καὶ τὸν μὲν Γουσαναστάδην κτείνας τὸν Ἀδεργουδουνβάδην ἀντ’ αὐτοῦ κατεστήσατο ἐπὶ τῆς τοῦ χαναράγγου ἀρχῆς, τὸν δὲ Σεόσην ἀδρασταδάραν σαλάνην εὐθὺς ἀνεῖπε. δύναται δὲ τοῦτο τὸν ἐπὶ ἀρχαῖς τε ὁμοῦ καὶ στρατιώταις ἅπασιν ἐφεστῶτα.
6.19 ταύτην ὁ Σεόσης τὴν ἀρχὴν πρῶτός τε καὶ μόνος ἐν Πέρσαις ἔσχεν· οὔτε γὰρ πρότερον οὔτε ὕστερόν τινι γέγονε· τήν τε βασιλείαν ὁ Καβάδης ἐκρατύνατο καὶ ξὺν τῷ ἀσφαλεῖ διεφύλαξεν. ἦν γὰρ ἀγχίνους τε καὶ δραστήριος οὐδενὸς ἧσσον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi