Kitap 1
6.6
καί ποτε νυκτὸς ἐπιλαβούσης ἀνέπεισε τὴν γυναῖκα Καβάδης ἐσθῆτα μὲν αὐτῷ τὴν οἰκείαν δοῦναι, τὰ δὲ αὑτοῦ ἀμπεχομένην ἱμάτια ἐπὶ τῆς εἱρκτῆς ἀντ’ αὐτοῦ καθῆσθαι, οὗπερ ἐκεῖνος ἐκάθητο.
6.7
οὕτω μὲν οὖν Καβάδης ἀπηλλάσσετο ἐκ τοῦ δεσμωτηρίου. κατιδόντες δὲ αὐτὸν οἷς ἡ φυλακὴ αὕτη ἐπέκειτο τὴν γυναῖκα ὑπετόπαζον εἶναι· ταῦτά τοι οὔτε κωλύειν οὔτε ἄλλως αὐτὸν ἐνοχλεῖν ἔγνωσαν.
6.8
ἅμα τε ἡμέρᾳ τὴν γυναῖκα ἐς τὸ δωμάτιον ἐν τοῖς τοῦ ἀνδρὸς ἱματίοις ἰδόντες καὶ μακρὰν ἀπολελειμμένοι τοῦ ἀληθοῦς ᾤοντο Καβάδην ἐνταῦθα εἶναι. ἥ τε δόκησις αὕτη ἐν ἡμέραις συχναῖς ἤκμαζεν,
6.9
ἕως Καβάδης πόρρω που τῆς ὁδοῦ ἐγεγόνει. τὰ μὲν οὖν ἀμφὶ τῇ γυναικὶ ξυνενεχθέντα, ἐπεὶ ἐς φῶς ἡ ἐπιβουλὴ ἦλθε, καὶ ὅντινα αὐτὴν τρόπον ἐκόλασαν, ἐς τὸ ἀκριβὲς οὐκ ἔχω εἰπεῖν. οὐ γὰρ ὁμολογοῦσι Πέρσαι ἀλλήλοις· διὸ δὴ αὐτὰ λέγειν ἀφίημι.
6.10
Καβάδης δὲ λαθὼν ἅπαντας ξὺν τῷ Σεόσῃ ἐς Οὔννους τοὺς Ἐφθαλίτας ἀφίκετο, καὶ αὐτῷ τὴν παῖδα γυναῖκα ὁ βασιλεὺς γαμετὴν δίδωσιν, οὕτω τε στράτευμα λόγου πολλοῦ ἄξιον ἅτε κηδεστῇ ἐπὶ Πέρσας ξυνέπεμψε.
6.11
τούτῳ τῷ στρατῷ Πέρσαι ὑπαντιάζειν οὐδαμῆ ἤθελον, ἀλλὰ ἄλλος ἄλλῃ ἐς φυγὴν ὥρμηντο.
6.12
ἐπεὶ δὲ ὁ Καβάδης ἐν τῇ χώρᾳ ἐγένετο ἔνθα ὁ Γουσαναστάδης τὴν ἀρχὴν εἶχεν, εἶπε τῶν ἐπιτηδείων τισὶν ὡς χαναράγγην καταστήσεται ἄνδρα ἐκεῖνον, ὃς ἂν αὐτῷ Περσῶν πρῶτος ἐκείνῃ τῇ ἡμέρᾳ ἐς ὄψιν ἥκων ὑπουργεῖν βούλοιτο.
6.13
εἰπόντι τέ οἱ μετέμελεν ἤδη τοῦ λόγου, ἐπεὶ νόμος αὐτὸν ἐσῄει, ὃς δὴ οὐκ ἐᾷ Πέρσαις ἐς τοὺς ἀλλοτρίους τὰς ἀρχὰς φέρεσθαι, ἀλλ’ οἷς ἡ τιμὴ ἑκάστη κατὰ γένος προσήκει.