Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

5.3 Βλάσης δὲ τὴν βασιλείαν παραλαβὼν Περσῶν τε τοὺς ἀρίστους ξυνέλεξε καὶ τὰ ἀμφὶ τῷ Καβάδῃ ἐν βουλῇ ἐποιεῖτο· τὸν γὰρ ἄνθρωπον ἀποκτιννύναι οὐκ ἦν βουλομένοις τοῖς πλείοσιν.
5.4 ἔνθα δὴ πολλαὶ μὲν ἐλέχθησαν γνῶμαι ἐφ’ ἑκάτερα φέρουσαι, παρελθὼν δὲ τῶν τις ἐν Πέρσαις λογίμων, ὄνομα μὲν Γουσαναστάδης, χαναράγγης δὲ τὸ ἀξίωμα ʽεἴη δ’ ἂν ἐν Πέρσαις στρατηγὸς τοῦτό γἐ, πρὸς αὐταῖς που ταῖς ἐσχατιαῖς τῆς Περσῶν γῆς τὴν ἀρχὴν ἔχων ἐν χώρᾳ ἣ τοῖς Ἐφθαλίταις ὅμορός ἐστι, καὶ τὴν μάχαιραν ἐπιδείξας ᾗ τῶν ὀνύχων τὰ προὔχοντα Πέρσαι εἰώθασιν ἀποτέμνεσθαι, μῆκος μὲν ὅσον δακτύλου ἀνδρός, πάχος δὲ οὐδὲ τριτημόριον δακτύλου ἔχουσαν “Ταύτην ὁρᾶτε,” εἶπε,
5.5 “τὴν μάχαιραν, βραχεῖαν παντάπασιν οὖσαν· αὕτη μέντοι ἔργον ἐν τῷ παρόντι ἐπιτελεῖν οἵα τέ ἐστιν, ὅπερ εὖ ἴστε ὀλίγῳ ὕστερον, ὦ φίλτατοι Πέρσαι, μυριάδες δύο τεθωρακισμένων ἀνδρῶν ἐξεργάζεσθαι οὐκ ἂν δύναιντο.” ὁ μὲν ταῦτα εἶπε,
5.6 παραδηλῶν ὡς, ἢν μὴ Καβάδην ἀνέλωσιν, αὐτίκα πράγματα Πέρσαις περιὼν παρέξει.
5.7 οἱ δὲ κτεῖναι ἄνδρα τοῦ βασιλείου αἵματος οὐδ’ ὅλως ἔγνωσαν, ἀλλ’ ἐν φρουρίῳ καθεῖρξαι ὅπερ τῆς Λήθης καλεῖν νενομίκασιν.
5.8 ἢν γάρ τις ἐνταῦθα ἐμβληθεὶς τύχῃ, οὐκέτι ὁ νόμος ἐφίησι μνήμην αὐτοῦ εἶναι, ἀλλὰ θάνατος τῷ ὠνομακότι ἡ ζημία ἐστί· διὸ δὴ καὶ τὴν ἐπωνυμίαν ταύτην πρὸς Περσῶν ἔλαχεν.
5.9 ἅπαξ δὲ ἡ τῶν Ἀρμενίων ἱστορία φησὶ νόμου τοῦ ἀμφὶ τῷ Λήθης φρουρίῳ παραλελύσθαι τὴν δύναμιν Πέρσαις τρόπῳ τοιῷδε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi