Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

4.30 ἀνελόμενοι δὲ τὸ μάργαρον οἱ ἐπὶ τῆς ἀκτῆς λελειμμένοι τῷ τε βασιλεῖ ἀπεκόμισαν καὶ τὰ ξυνενεχθέντα πάντα ἐσήγγειλαν.
4.31 τὰ μὲν οὖν ἀμφὶ τῷ μαργάρῳ τούτῳ τῇδε, ᾗπερ ἐρρήθη, Πέρσαι ξυνενεχθῆναί φασιν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.
4.32 Οὕτω μὲν Περόζης τε διεφθάρη καὶ ξύμπασα ἡ Περσῶν στρατιά. εἰ γάρ τις οὐκ ἐμπεπτωκὼς ἐς τὴν διώρυχα ἔτυχεν, ὅδε ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γέγονε.
4.33 καὶ ἀπ’ αὐτοῦ νόμος τέθειται Πέρσαις μή ποτε σφᾶς ἐν γῇ πολεμίᾳ ἐλαύνοντας δίωξιν ποιεῖσθαί τινα, ἢν καὶ κατὰ κράτος τοὺς ἐναντίους σφίσι τραπῆναι ξυμβαίη.
4.34 ὅσοι μέντοι Περόζῃ οὐ ξυστρατεύσαντες ἐν χώρᾳ τῇ αὑτῶν ἔμειναν, οὗτοι δὴ βασιλέα σφίσι Καβάδην εἵλοντο τὸν νεώτατον Περόζου υἱόν, ὅσπερ τηνικαῦτα περιῆν μόνος.
4.35 τότε δὴ Ἐφθαλίταις κατήκοοι ἐς φόρου ἀπαγωγὴν ἐγένοντο Πέρσαι, ἕως Καβάδης τὴν ἀρχὴν ἰσχυρότατα κρατυνάμενος φόρον αὐτοῖς ἀποφέρειν τὸν ἐπέτειον οὐκέτι ἠξίου. ἦρξαν δὲ Περσῶν οἱ βάρβαροι οὗτοι ἐνιαυτοὺς δύο.
5.1 Μετὰ δὲ Καβάδης ἐπὶ τὸ βιαιότερον τῇ ἀρχῇ χρώμενος ἄλλα τε νεώτερα ἐς τὴν πολιτείαν εἰσῆγε καὶ νόμον ἔγραψεν ἐπὶ κοινὰ ταῖς γυναιξὶ μίγνυσθαι Πέρσας· ὅπερ τὸ πλῆθος οὐδαμῆ ἤρεσκε. διὸ δὴ αὐτῷ ἐπαναστάντες παρέλυσάν τε τῆς ἀρχῆς καὶ δήσαντες ἐν φυλακῇ εἶχον.
5.2 καὶ βασιλέα μὲν σφίσι Βλάσην τὸν Περόζου ἀδελφὸν εἵλοντο, ἐπειδὴ γόνος μὲν οὐδεὶς ἔτι ἄρρην Περόζῃ, ὥσπερ ἐρρήθη, ἐλέλειπτο, Πέρσαις δὲ οὐ θέμις ἄνδρα ἐς τὴν βασιλείαν καθίστασθαι ἰδιώτην γένος, ὅτι μὴ ἐξιτήλου παντάπασι γένους τοῦ βασιλείου ὄντος·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi