Kitap 1
4.24
θήσεσθαι ἐλπίδα ἔχω. καὶ ἢν μὲν κρατήσω τοῦ ἀγῶνος τούτου, εὔδηλον ὡς ἐν τοῖς καλουμένοις ὀλβίοις τὸ ἐνθένδε τετάξομαι. σέ τε γὰρ πᾶσιν ἀγαθοῖς με δωρήσεσθαι ἅτε βασιλέων βασιλέα οὐδὲν ἀπεικός, καὶ ἐμοὶ ἀποχρήσει, καίπερ οὐδέν, ἂν οὕτω τύχοι, κεκομισμένῳ, τὸ δεσπότου εὐεργέτην τοῦ ἐμοῦ γεγενῆσθαι.
4.25
εἰ δὲ ἐμὲ δεῖ τῷ θηρίῳ τούτῳ ἁλῶναι, σὸν δὴ ἔργον ἔσται, ὦ βασιλεῦ, τοὺς παῖδας τοὺς ἐμοὺς θανάτου τοῦ πατρῴου ἀμείψασθαι.
4.26
οὕτω γὰρ ἐγὼ μὲν καὶ τετελευτηκὼς ἐν τοῖς ἀναγκαιοτάτοις ἔμμισθος ἔσομαι, σὺ δὲ ἀρετῆς δόξαν ἀποίσῃ μείζω. τὰ παιδία γὰρ ὠφελῶν εὖ ποιήσεις ἐμὲ ὅσπερ σοι τῆς εὐεργεσίας τὴν χάριν οὐδαμῆ εἴσομαι. αὕτη γὰρ ἂν εὐγνωμοσύνη ἀκίβδηλος γένοιτο μόνη ἡ ἐς τοὺς ἀποθανόντας ἐπιδειχθεῖσα.”
4.27
τοσαῦτα εἰπὼν ἀπηλλάσσετο. καὶ ἐπεὶ ἐς τὸν χῶρον ἀφίκετο ἵνα δὴ ὅ τε κτεὶς νήχεσθαι καὶ ὁ κύων αὐτῷ εἴθιστο ἕπεσθαι, ἐνταῦθα ἐπὶ πέτρας ἐκάθητό τινος, καιροφυλακῶν εἴ πως ἔρημόν ποτε τὸ μάργαρον τοῦ ἐραστοῦ λάβοι.
4.28
ἐπειδὴ δὲ τῷ κυνὶ τάχιστα τῶν τινι ἐς τὴν θοίνην οἱ ἐπιτηδείως ἐχόντων ἐντετυχηκέναι ξυνέπεσε καὶ περὶ τοῦτο διατριβὴν ἔχειν, ἀπολιπὼν ἐπὶ τῆς ἀκτῆς ὁ ἁλιεὺς τούς οἱ ἐπὶ ταύτῃ δὴ ἑπομένους τῇ ὑπουργίᾳ εὐθὺ τοῦ κτενὸς σπουδῇ πολλῇ ᾔει, καὶ αὐτοῦ ἤδη λαβόμενος ἔξω γενέσθαι κατὰ τάχος ἠπειγετο.
4.29
οὗ δὴ ὁ κύων αἰσθόμενος ἐβοήθει ἐνταῦθα. ἰδών τε αὐτὸν ὁ σαγηνευτής, ἐπεὶ καταλαμβάνεσθαι τῆς ἠιόνος οὐ μακρὰν ἔμελλε, τὸ μὲν θήραμα ἠκόντισεν ἐς τὴν γῆν δυνάμει τῇ πάσῃ, αὐτὸς δὲ ἁλοὺς διεφθάρη οὐ πολλῷ ὕστερον.