Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

4.17 Ὅσα δὲ ἀμφὶ τῷ μαργάρῳ τούτῳ Πέρσαι λέγουσιν εἰπεῖν ἄξιον· ἴσως γὰρ ἄν τῳ καὶ οὐ παντάπασιν ἄπιστος ὁ λόγος δόξειεν εἶναι.
4.18 λέγουσιν οὖν Πέρσαι εἶναι μὲν ἐν τῷ κτενὶ τὸ μάργαρον τοῦτο ἐν θαλάσσῃ ἣ ἐν Πέρσαις ἐστί, νήχεσθαι δὲ τὸν κτένα τῆς ταύτῃ ἠιόνος οὐ πολλῷ ἄποθεν· ἀνεωγέναι τε αὐτοῦ ἄμφω τὰ ὄστρακα, ὧν δὴ κατὰ μέσον τὸ μάργαρον εἱστήκει θέαμα λόγου πολλοῦ ἄξιον. ἄλλο γὰρ αὐτῷ εἰκασθῆναι οὐδαμῆ ἔσχεν οὔτε τῷ μεγέθει οὔτε τῷ κάλλει ἐκ τοῦ παντὸς χρόνου.
4.19 κύνα δὲ θαλάσσιον ὑπερφυᾶ τε καὶ δεινῶς ἄγριον ἐραστὴν τοῦ θεάματος τούτου γενόμενον ἕπεσθαι κατ’ ἴχνος αὐτῷ, οὔτε νύκτα ἀνιέντα οὔτε ἡμέραν, ἀλλὰ καὶ ἡνίκα τροφῆς ἐπιμελεῖσθαι ἀναγκασθείη, ἐνταῦθα μέν τι περισκοπεῖσθαι τῶν ἐδωδίμων, εὑρόντα δέ τι καὶ ἀνελόμενον ἐσθίειν μὲν ὅτι τάχιστα, καταλαβόντα δὲ αὐτίκα δὴ μάλα τὸν κτένα θεάματος αὖθις τοῦ ἐρωμένου ἐμπίπλασθαι.
4.20 καί ποτε τῶν τινα γριπέων φασὶ τὰ μὲν ποιούμενα ἐπιδεῖν, ἀποδειλιάσαντα δὲ τὸ θηρίον ἀποκνῆσαι τὸν κίνδυνον, ἔς τε τὸν βασιλέα Περόζην ἅπαντα τὸν λόγον ἀνενεγκεῖν.
4.21 ἃ δὴ τῷ Περόζῃ ἀκούσαντι πόθον φασὶ τοῦ μαργάρου γενέσθαι μέγαν, πολλαῖς τε ἀπ’ αὐτοῦ θωπείαις τὸν ἀσπαλιέα τοῦτον καὶ ἀγαθῶν ἐλπίσιν ἐπᾶραι.
4.22 ὃν δὴ ἀντιτείνειν αἰτουμένῳ δεσπότῃ οὐκ ἔχοντα λέγουσι τάδε τῷ Περόζῃ εἰπεῖν “Ὠ δέσποτα, ποθεινὰ μὲν ἀνθρώπῳ χρήματα, ποθεινοτέρα δὲ ἡ ψυχή, πάντων μέντοι ἀξιώτατα τέκνα.
4.23 ὧν δὴ τῇ στοργῇ ἀναγκασθεὶς φύσει ἴσως ἄν τις καὶ πάντα τολμήσειεν. ἐγὼ τοίνυν τοῦ τε θηρίου ἀποπειράσεσθαι καὶ τοῦ μαργάρου σε κύριον·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi