Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

25.40 στέλλονται τοίνυν ἐκ βουλῆς ἄνδρες διερευνησόμενοι τὸ μίασμα τοῦτο· οἳ δὴ τὸν Ἰωάννην πρῶτα μὲν ἐν δεσμωτηρίῳ καθεῖρξαν, ἔπειτα δὲ ἄνδρα ἔπαρχον μὲν δυνατὸν οὕτω γενόμενον, ἐς πατρικίους δὲ ἀναγραφέντα καὶ ἐς τῶν ὑπάτων ἀναβεβηκότα τὸν δίφρον, οὗ μεῖζον εἶναι οὐδὲν ἔν γε τῇ Ῥωμαίων πολιτείᾳ δοκεῖ, ἔστησάν τε γυμνόν, ἅτε λῃστήν τινα ἢ λωποδύτην, καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰς εἰπεῖν τὰ βεβιωμένα ἠνάγκαζον.
25.41 καὶ τοῦ μὲν Εὐσεβίου φόνου αἴτιος Ἰωάννης οὐ λίαν ἐξελήλεγκτο, ἐῴκει μέντοι ἡ τοῦ θεοῦ δίκη ποινὰς αὐτὸν τῆς οἰκουμένης ἐσπραττομένη.
25.42 ἔπειτα δὲ τὰ χρήματα πάντα ἀφελόμενοι γυμνὸν ἐς τὴν ναῦν εἰσεβίβασαν, ἱμάτιον ἕν, καὶ τοῦτο τραχὺ κομιδῆ, ἀμπεχόμενον, ὀβολῶν ὠνηθὲν ὀλίγων τινῶν, οἵ τε αὐτὸν παραπέμποντες ὅπη ἂν ἡ ναῦς ὁρμισθείη ἐκέλευον ἄρτον ἢ ὀβολοὺς ἐκ τῶν προσπιπτόντων αἰτεῖσθαι.
25.43 οὕτω τε πτωχεύων πανταχόθι τῆς πορείας τῆς Αἰγύπτου ἐς τὴν Ἀντινόου κομίζεται. καὶ τρίτον τοῦτο ἔτος αὐτὸν ἐνταῦθα καθείρξαντες τηροῦσιν.
25.44 ὁ δέ, καίπερ ἐν τοιούτοις γεγονὼς πάθεσιν, οὐδὲ τὴν τῆς βασιλείας ἐλπίδα μεθῆκεν, ἀλλὰ καὶ Ἀλεξανδρέων τινάς, ἅτε τῷ δημοσίῳ χρυσίον ὀφείλοντας, διαβαλεῖν ἔγνω. Ἰωάννην μὲν οὖν τὸν Καππαδόκην δέκα ἐνιαυτοῖς ὕστερον αὕτη τῶν πεπολιτευμένων κατέλαβε τίσις.
26.1 Τότε δὲ βασιλεὺς στρατηγόν τε τῆς ἑῴας αὖθις Βελισάριον κατεστήσατο καὶ ἐς Λιβύην πέμψας τὴν χώραν ἔσχεν, ὥσπερ ἐν τοῖς ὄπισθεν λελέξεται λόγοις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi