Kitap 1
25.31
Τότε μὲν οὖν ἐξ ἐπάρχων ἰδιώτης γενόμενος ἐς ἕτερον ἐνθένδε ἀναστὰς ἐκομίσθη, ὅπερ ἐν τῷ προαστείῳ Κυζίκου πόλεως ἵδρυται,—Ἀρτάκην καλοῦσι Κυζικηνοὶ τὸ προάστειον. ἐνταῦθα ἱερέως οὔ τι ἑκούσιος περιβέβληται σχῆμα, οὐκ ἐπισκόπου μέντοι, ἀλλ’ ὅνπερ καλεῖν πρεσβύτερον νενομίκασιν.
25.32
ὁ δὲ ἱερουργεῖν ἥκιστα ἤθελεν, ὡς μή ποτε αὐτῷ ἐμπόδιον εἴη ἐς τὰς ἀρχὰς αὖθις ἰέναι· τῶν γὰρ ἐλπίδων μεθίεσθαι οὐδαμῆ ἤθελε. τὰ δὲ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα εὐθὺς γέγονεν.
25.33
ὧν δὴ αὐτῷ μοῖραν βασιλεὺς πολλὴν ἠφίει·
25.34
ἔτι γὰρ τῇ ἐς αὐτὸν φειδοῖ εἴχετο. ἐνταῦθα παρῆν τῷ Ἰωάννῃ ἀφροντιστήσαντι μὲν κινδύνων ἁπάντων, χρήματα δὲ περιβεβλημένῳ μεγάλα, ὅσα τε αὐτὸς ἐτύγχανε κρύψας καὶ ὅσα βασιλέως γνώμῃ παρ’ αὐτῷ ἔμεινε, τρυφᾶν τε κατ’ ἐξουσίαν καὶ τὰ παρόντα ἡγεῖσθαι λογισμῷ σώφρονι εὐδαίμονα εἶναι.
25.35
διὸ δὴ καὶ πάντες Ῥωμαῖοι ἐπὶ τῷ ἀνθρώπῳ ἀτεχνῶς ἤχθοντο, ὅτι δὴ πονηρότατος γεγονὼς δαιμόνων ἁπάντων, βίον παρὰ τὴν ἀξίαν εὐδαιμονέστερον ἢ πρότερον ἔχοι.
25.36
ἀλλ’ ὁ θεός, οἶμαι, οὐκ ἤνεγκεν ἐς τοῦτο τὴν τίσιν Ἰωάννῃ ἀποκεκρίσθαι, ἐπὶ μέγα τε αὐτῷ τὴν κόλασιν ἐξηρτύετο. ἐγίνετο δὲ ὧδε.
25.37
Ἦν τις ἐν Κυζίκῳ ἐπίσκοπος Εὐσέβιος ὄνομα, χαλεπὸς ἅπασι τοῖς ἐντυγχάνουσιν Ἰωάννου οὐδέν τι ἧσσον· τοῦτον Κυζικηνοὶ βασιλεῖ διαβάλλοντες ἐς δίκην ἐκάλουν.
25.38
ἐπεὶ δὲ οὐδὲν ἤνυον, δυνάμει αὐτοὺς περιελθόντος Εὐσεβίου πολλῇ, ξυμφρονήσαντες νεανίαι τινὲς ἐν τῇ Κυζίκου ἀγορᾷ κτείνουσιν.
25.39
ἐτύγχανε δὲ Ἰωάννης τῷ Εὐσεβίῳ διάφορος γεγονὼς μάλιστα, καὶ ἀπ’ αὐτοῦ ἡ τῆς ἐπιβουλῆς ὑποψία ἐς αὐτὸν ἦλθε.