Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

25.19 καὶ ὃς τῷ λόγῳ ἡσθεὶς ʽταύτην γάρ οἱ ὁδὸν ἔς τε τὰ μαντεῖα καὶ τὴν βασιλείαν ὑπετόπαζε φέρειν τὴν πρᾶξιν’ εὐθὺς μελλήσει οὐδεμιᾷ ὡμολόγησε, πράσσειν τε τὴν παῖδα ἐκέλευεν ὅπως τῇ ὑστεραίᾳ ἐς λόγους τῇ Ἀντωνίνῃ αὐτὸς ξυμμίξῃ καὶ τὰ πιστὰ δοίη.
25.20 μαθοῦσα δὲ Ἀντωνίνα τὴν Ἰωάννου γνώμην καὶ ὡς ἀπωτάτω τὸν ἄνθρωπον τῆς τοῦ ἀληθοῦς ἀπαγαγεῖν ἐννοίας ἐθέλουσα, νῦν μὲν ἔφη οἱ ξυγγενέσθαι αὐτὸν ἀξύμφορον εἶναι, μή τις ὑποψία μεταξὺ ἐπιγενομένη διακωλῦσαι τὰ πρασσόμενα ἱκανὴ εἴη· μέλλειν δὲ αὐτίκα δὴ μάλα ἐς τὴν ἕω παρὰ Βελισάριον στέλλεσθαι.
25.21 ἐπειδὰν οὖν ἐκ Βυζαντίου ἀπαλλαγεῖσα ἐν τῷ προαστείῳ γένηται ʽὃ δὴ Ῥουφινιαναὶ μὲν ὀνομάζεται, Βελισαρίου δὲ ἴδιον ἐτύγχανεν ὄν̓, ἐνταῦθα τὸν Ἰωάννην ὡς ἀσπασόμενόν τε καὶ προπέμψοντα ἥκειν, καὶ τούς τε λόγους περὶ τῶν ὅλων ποιήσασθαι καὶ τὰ πιστὰ λαβεῖν τε καὶ δοῦναι. ταῦτα εἰποῦσα εὖ τε τῷ Ἰωάννῃ εἰπεῖν ἔδοξε καὶ ἡμέρα τακτὴ ἐπὶ τῇ πράξει διώριστο.
25.22 ἥ τε βασιλὶς τὸν πάντα λόγον παρὰ τῆς Ἀντωνίνης ἀκούσασα ἐπῄνει μὲν τὰ βεβουλευμένα, ἐγκελευομένη δὲ πολλῷ ἔτι μᾶλλον ἐς τὴν προθυμίαν ἐνῆγεν.
25.23 Ἐπειδή τε ἡ κυρία παρῆν, ἀσπασαμένη μὲν ἡ Ἀντωνίνα τὴν βασιλίδα ἐκ τῆς πόλεως ἀπηλλάσσετο, ἔν τε Ῥουφινιαναῖς ἐγένετο, ὡς τῇ ὑστεραίᾳ τῆς ἐπὶ τὴν ἕω ὁδοῦ ἀρξομένη, οὗ δὴ καὶ Ἰωάννης τὰ ξυγκείμενα ἐπιτελέσων ἐς νύκτα ἦλθεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi