Kitap 1
25.8
ἀλλ’ ἐπιλελησμένος ἅμα ἡμέρᾳ θείων τε καὶ ἀνθρωπείων δειμάτων ἁπάντων, ὄλεθρος αὖθις κοινῇ τε καὶ ἰδίᾳ πᾶσι Ῥωμαίοις ἐγίνετο. καὶ φαρμακεῦσι μὲν τὰ πολλὰ ὡμίλει, μαντείαις δὲ ἀσεβέσιν ἐς ἀεὶ χρώμενος τὴν αὐτοκράτορα αὐτῷ τερατευομέναις ἀρχήν, ἀεροβατῶν τε καταφανὴς ἦν καὶ μετέωρος ἀρθεὶς ταῖς τῆς βασιλείας ἐλπίσι.
25.9
τῆς μέντοι πονηρίας αὐτῷ καὶ τῆς ἐς τὴν δίαιταν παρανομίας οὐδὲν οὔτε ἐλώφα οὔτε ὑπέληγε.
25.10
καί τις αὐτῷ θεοῦ λόγος τὸ παράπαν οὐκ ἦν, ἀλλὰ καὶ εἴ που εἰς ἱερὸν ὡς εὐξόμενός τε καὶ διανυκτερεύσων ἐνταῦθα ἴοι, οὐδὲν ὁμοίως τοῖς Χριστιανῶν ἤθεσιν ἔπραττεν, ἀλλὰ τριβώνιον ἐνδιδυσκόμενος ἱερεῖ πρέπον τῆς παλαιᾶς δόξης ἣν νῦν Ἑλληνικὴν καλεῖν νενομίκασι, λόγους οὐχ ὁσίους τινὰς οὕσπερ ἐμεμελετήκει ἀπεστομάτιζεν ἀνὰ πᾶσαν τὴν νύκτα ἐκείνην, ὅπως οἱ ἥ τε βασιλέως διάνοια ἔτι μᾶλλον ὑποχειρία εἴη καὶ αὐτὸς κακῶν γενοιτο ἀπαθὴς πρὸς πάντων ἀνθρώπων.
25.11
Ἐν τούτῳ δὲ Βελισάριος Ἰταλίαν καταστρεψάμενος βασιλεῖ ἐς Βυζάντιον ξὺν Ἀντωνίνῃ τῇ γυναικὶ μετάπεμπτος ἦλθεν, ἐφ’ ᾧ ἐπὶ Πέρσας στρατεύσειε.
25.12
καὶ τοῖς μὲν ἄλλοις ἅπασιν ἔντιμός τε καὶ λόγου πολλοῦ ἄξιος, ὡς τὸ εἰκός, ἦν, μόνος δὲ Ἰωάννης αὐτῷ χαλεπῶς εἶχε καὶ πολλῇ ἐπιβουλῇ ἐς αὐτὸν εἴχετο, κατ’ ἄλλο μὲν οὐδέν, ὅτι δὲ αὐτὸς μὲν τὸ ἐκ πάντων ἔχθος ἐφ’ ἑαυτὸν εἷλκε, Βελισάριος δὲ πάντων εὐδοκιμῶν μάλιστα ἔτυχεν· ἐπ’ αὐτῷ τε γενομένης τῆς Ῥωμαίων ἐλπίδος αὖθις ἐπὶ Πέρσας ἐστράτευσε, τὴν γυναῖκα ἐν Βυζαντίῳ ἀπολιπών.