Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

24.45 δεδογμένον δὲ τοῖς στρατιώταις μηδετέρῳ ἀμύνειν ἕως αὐτῶν ἅτερος λαμπρῶς νικῴη, ὡς ἥκιστα ἐπαΐειν δοκοῦντες διεκρούσαντο.
24.46 ἀναστρέψας οὖν Βελισάριος ὡς βασιλέα, διεφθάρθαι ἰσχυρίζετο σφίσι τὰ πράγματα.
24.47 νεωτερίζειν γὰρ ἐς αὐτὸν τοὺς στρατιώτας οἳ τὴν παλατίου φρουρὰν ἔχουσιν. ἐκέλευεν οὖν αὐτὸν βασιλεὺς ἐπὶ τὴν καλουμένην Χαλκῆν καὶ τὰ ἐνταῦθα προπύλαια ἰέναι.
24.48 ὁ δὲ δὴ μόλις καὶ οὔτε κινδύνων οὔτε πόνων μεγάλων χωρὶς δι’ ἐρειπίων τε καὶ χωρίων ἡμιφλέκτων διεξιὼν ἐς τὸ ἱππικὸν ἀναβαίνει.
24.49 καὶ ἐπειδὴ παρὰ τὴν Βενέτειον ἐγεγόνει στοάν, ἣ τοῦ βασιλέως θρόνου ἐν δεξιᾷ ἐστιν, ἐβούλευσε μὲν ἐπὶ πρῶτον αὐτὸν Ὑπάτιον ἰέναι, βραχείας δὲ οὔσης ἐνταῦθα πυλίδος ἣ ἀπεκέκλειστό τε καὶ ὑπὸ τῶν ἐντὸς Ὑπατίου στρατιωτῶν ἐφυλάσσετο, κατωρρώδησε μή οἱ ἐν στενῷ πονουμένῳ ὁ δῆμος ξυνεπιθέμενος αὐτόν τε καὶ τοὺς ἑπομένους ἅπαντας διαφθείραντες ῥᾷόν τε καὶ ἀπονώτερον ἐπὶ βασιλέα χωρήσωσι.
24.50 λογισάμενος οὖν ὥς οἱ ἐπὶ τὸν δῆμον ἰτέον ἐστίν, οἳ ἐν τῷ ἱπποδρόμῳ ἑστήκεσαν, πλήθει τε ἄμετροι καὶ μετὰ πολλῆς ἀκοσμίας ὑπ’ ἀλλήλων ὠθούμενοι, ἀπὸ τοῦ κολεοῦ τὸ ξίφος ἀράμενος τοῖς τε ἄλλοις κατὰ ταὐτὰ ποιεῖν ἐπαγγείλας, δρόμῳ τε καὶ κραυγῇ ἐπ’ αὐτοὺς ᾔει.
24.51 ὁ δὲ δῆμος, ἅτε δὴ ἐν ὁμίλῳ καὶ οὐκ ἐν τάξει ἱστάμενοι, ἐπειδὴ στρατιώτας εἶδον τεθωρακισμένους τε καὶ δόξαν πολλὴν ἐπί τε ἀνδρίᾳ καὶ πολέμων ἐμπειρίᾳ ἔχοντας, καὶ τοῖς ξίφεσιν οὐδεμιᾷ φειδοῖ παίοντας, ἐς φυγὴν ὥρμηντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi