Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

24.38 ἡ βασιλεία ἐστί.” τοσαῦτα τῆς βασιλίδος εἰπούσης, θάρσος τε τοῖς πᾶσιν ἐπεγένετο καὶ ἐς ἀλκὴν τραπόμενοι ἐν βουλῇ ἐποιοῦντο ᾗ ἂν ἀμύνεσθαι δυνατοὶ γένοιντο, ἤν τις ἐπ’ αὐτοὺς πολεμήσων ἴοι.
24.39 οἱ μὲν οὖν στρατιῶται ξύμπαντες, οἵ τε ἄλλοι καὶ ὅσοι ἀμφὶ τὴν βασιλέως αὐλὴν ἐτετάχατο, οὔτε τῷ βασιλεῖ εὐνοϊκῶς εἶχον οὔτε ἐς τὸ ἐμφανὲς ἔργου ἔχεσθαι ἤθελον, ἀλλὰ τὸ μέλλον ἐκαραδόκουν ὅπη ἐκβήσεται.
24.40 πᾶσαν δὲ τὴν ἐλπίδα ἐν Βελισαρίῳ τε καὶ Μούνδῳ ὁ βασιλεὺς εἶχεν, ὧν ἅτερος μέν, Βελισάριος, ἄρτι ἐκ τοῦ Μηδικοῦ ἐπανήκων πολέμου τήν τε ἄλλην θεραπείαν δυνατήν τε καὶ λόγου ἀξίαν ἐπήγετο καὶ δορυφόρων τε εἶχε καὶ ὑπασπιστῶν πλῆθος ἔν τε ἀγῶσι καὶ τοῖς τοῦ πολέμου κινδύνοις τὰς μελέτας πεποιημένον.
24.41 Μοῦνδος δέ, Ἰλλυριῶν στρατηγὸς ἀποδεδειγμένος, τύχῃ τινὶ ξυνεκύρησε βαρβάρους Ἐρούλους ἐπαγαγόμενος κατά τινα χρείαν ἐς Βυζάντιον μετάπεμπτος ἥκειν.
24.42 Ὑπάτιος μὲν οὖν ἐπειδὴ εἰς τὸν ἱππόδρομον ἀφίκετο, ἀναβαίνει μὲν αὐτίκα οὗ δὴ βασιλέα καθίστασθαι νόμος, κάθηται δὲ ἐς τὸν βασίλειον θρόνον, ὅθεν ἀεὶ βασιλεὺς εἰώθει τόν τε ἱππικὸν καὶ γυμνικὸν θεᾶσθαι ἀγῶνα.
24.43 ἐκ δὲ παλατίου Μοῦνδος μὲν διὰ πύλης ἐξῄει, ἔνθα δὴ ὁ κοχλίας ἀπὸ τῆς καθόδου κυκλοτεροῦς οὔσης ὠνόμασται.
24.44 Βελισάριος δὲ τὰ μὲν πρῶτα εὐθὺ αὐτοῦ τε Ὑπατίου καὶ θρόνου τοῦ βασιλείου ἀνέβαινεν, ὡς δὲ ἐς τὸ πλησίον οἴκημα ἦλθεν οὗ δὴ στρατιωτῶν φρουρὰ ἐκ παλαιοῦ ἐστιν, ἐβόα τοῖς στρατιώταις ἐγκελευόμενος ἀνοιγνύναι οἱ τὴν θύραν ὡς τάχιστα ὅπως ἐπὶ τὸν τύραννον ἴοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi