Kitap 1
4.11
οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ ἐπεὶ τῆς διώρυχος ἀγχοτάτω ἐγένοντο, ἐς ὀλίγους σφᾶς ξυναγαγόντες διέβησαν ἅπαντες καὶ τῷ ἄλλῳ στρατῷ ἀνεμίγνυντο.
4.12
οἱ δὲ Πέρσαι ξυνεῖναι τῆς ἐπιβουλῆς οὐδαμῆ ἔχοντες κατὰ κράτος ἐν πεδίῳ λίαν ὑπτίῳ ἐδίωκον, θυμῷ πολλῷ ἐς τοὺς πολεμίους ἐχόμενοι, ἔς τε τὴν τάφρον ἐμπεπτώκασιν ἅπαντες, οὐχ οἱ πρῶτοι μόνον, ἀλλὰ καὶ ὅσοι ὄπισθεν εἵποντο·
4.13
ἅτε γὰρ τὴν δίωξιν ξὺν θυμῷ μεγάλῳ, καθάπερ ἐρρήθη, ποιούμενοι, ὡς ἥκιστα ᾔσθοντο τοῦ κακοῦ ὃ δὴ ξυντετύχηκε τοῖς ἔμπροσθεν ἰοῦσιν, ἀλλ’ ὑπὲρ αὐτοὺς ξὺν τοῖς ἵπποις τε καὶ δόρασιν ἐμπεπτωκότες ἐκείνους τε, ὡς τὸ εἰκός, ἔκτειναν καὶ αὐτοὶ οὐδέν τι ἧσσον ξυνδιεφθάρησαν.
4.14
ἐν οἷς καὶ Περόζης ἦν ξὺν παισὶ τοῖς αὑτοῦ ἅπασι. καὶ αὐτὸν μέλλοντα ἐς τὸ βάραθρον τοῦτο ἐμπεσεῖσθαί φασι τοῦ τε δεινοῦ ᾐσθῆσθαι καὶ τὸ μάργαρον, ὅ οἱ λευκότατόν τε καὶ μεγέθους ὑπερβολῇ ἔντιμον ἐξ ὠτὸς τοῦ δεξιοῦ ἀπεκρέματο, ἀφελόντα ῥῖψαι, ὅπως δὴ μή τις αὐτὸ ὀπίσω φοροίη, ἐπεὶ ἀξιοθέατον ὑπερφυῶς ἦν, οἷον οὔπω πρότερον ἑτέρῳ τῳ βασιλεῖ γέγονεν, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες.
4.15
οὐ γὰρ ἂν ἐνταῦθα γενόμενος τοῦ κακοῦ ἄλλου ὁτουοῦν ἐς φροντίδα ἦλθεν, ἀλλ’ οἶμαι τό τε οὖς αὐτῷ ἐν τούτῳ ξυγκεκόφθαι τῷ πάθει καὶ τὸ μάργαρον ὅπη ποτὲ ἀφανισθῆναι.
4.16
ὅπερ ὁ Ῥωμαίων βασιλεὺς τότε πρίασθαι πρὸς τῶν Ἐφθαλιτῶν ἐν σπουδῇ ποιησάμενος ἥκιστα ἴσχυσεν. οὐ γὰρ αὐτὸ εὑρέσθαι οἱ βάρβαροι εἶχον, καίπερ πόνῳ πολλῷ τὴν ζήτησιν ποιησάμενοι. φασὶ μέντοι Ἐφθαλίτας εὑρομένους αὐτὸ ὕστερον τῷ Καβάδῃ ἀποδόσθαι.