Kitap 1
24.31
τὰ ἄλλα διοικήσασθαι ᾗ ἄμεινον ἕξει.” Ὠριγένης μὲν τοσαῦτα εἶπεν. οἱ δὲ δὴ ἄλλοι, ὅπερ φιλεῖ ὅμιλος ποιεῖν, ὀξύτερόν τε ἀντελαμβάνοντο καὶ τὸ παραυτίκα ᾤοντο ξύμφορον εἶναι, καὶ οὐχ ἥκιστά γε Ὑπάτιος ʽχρῆν γάρ οἱ γενέσθαι κακῶσ̓ τῆς ἐπὶ τὸν ἱππόδρομον ὁδοῦ ἐκέλευεν ἡγεῖσθαι. τινὲς δέ φασιν ἐξεπίτηδες αὐτὸν ἐνταῦθα ἥκειν, βασιλεῖ εὐνοϊκῶς ἔχοντα.
24.32
Οἱ δὲ ἀμφὶ τὸν βασιλέα ἐν βουλῇ ἦσαν, πότερα μένουσιν αὐτοῖς ἢ ταῖς ναυσὶν ἐς φυγὴν τρεπομένοις ἄμεινον ἔσται. καὶ λόγοι μὲν πολλοὶ ἐλέγοντο ἐς ἑκάτερα φέροντες.
24.33
καὶ Θεοδώρα δὲ ἡ βασιλὶς ἔλεξε τοιάδε “Τὸ μὲν γυναῖκα ἐν ἀνδράσι μὴ χρῆναι τολμᾶν ἢ ἐν τοῖς ἀποκνοῦσι νεανιεύεσθαι, τὸν παρόντα οἶμαι καιρὸν ἥκιστα ἐφεῖναι διασκοπεῖσθαι εἴτε ταύτῃ εἴτε ἄλλῃ πη νομιστέον.
24.34
οἷς γὰρ τὰ πράγματα ἐς κίνδυνον τὸν μέγιστον ἥκει, οὐκ ἄλλο οὐδὲν εἶναι δοκεῖ ἄριστον ἢ τὰ ἐν ποσὶν ὡς ἄριστα θέσθαι.
24.35
ἡγοῦμαι δὲ τὴν φυγὴν ἔγωγε, εἴπερ ποτέ, καὶ νῦν, ἢν καὶ τὴν σωτηρίαν ἐπάγηται, ἀξύμφορον εἶναι. ἀνθρώπῳ μὲν γὰρ ἐς φῶς ἥκοντι τὸ μὴ οὐχὶ καὶ νεκρῷ γενέσθαι ἀδύνατον, τῷ δὲ βεβασιλευκότι τὸ φυγάδι εἶναι οὐκ ἀνεκτόν.
24.36
μὴ γὰρ ἂν γενοίμην τῆς ἁλουργίδος ταύτης χωρίς, μηδ’ ἂν τὴν ἡμέραν ἐκείνην βιῴην, ἐν ᾗ με δέσποιναν οἱ ἐντυχόντες οὐ προσεροῦσιν. εἰ μὲν οὖν σώζεσθαί σοι βουλομένῳ ἐστίν, ὦ βασιλεῦ, οὐδὲν τοῦτο πρᾶγμα.
24.37
χρήματα γάρ τε πολλὰ ἔστιν ἡμῖν, καὶ θάλασσα μὲν ἐκείνη, πλοῖα δὲ ταῦτα. σκόπει μέντοι μὴ διασωθέντι ξυμβήσεταί σοι ἥδιστα ἂν τῆς σωτηρίας τὸν θάνατον ἀνταλλάξασθαι. ἐμὲ γάρ τις καὶ παλαιὸς ἀρέσκει λόγος, ὡς καλὸν ἐντάφιον