Kitap 1
24.25
ἤδη δὲ καὶ τῶν ἐκ βουλῆς ξυνιόντων, ὅσοι οὐκ ἀπολειφθέντες ἐτύγχανον ἐν τῇ βασιλέως αὐλῇ, πολλαὶ μὲν ἐλέγοντο γνῶμαι ὡς αὐτοῖς ἰτέον ἀγωνιουμένοις ἐς παλάτιον·
24.26
Ὠριγένης δέ, ἀνὴρ ἐκ βουλῆς, παρελθὼν ἔλεξε τοιάδε “Τὰ μὲν παρόντα ἡμῖν, ὦ ἄνδρες Ῥωμαῖοι, πράγματα μὴ οὐχὶ πολέμῳ διακριθῆναι οὐχ οἷόν τε. πόλεμος δὲ καὶ βασιλεία τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἁπάντων ὡμολόγηται εἶναι.
24.27
τῶν δὲ δὴ πράξεων αἱ μεγάλαι οὐ βραχύτητι καιροῦ κατορθοῦσθαι θέλουσιν, ἀλλ’ εὐβουλίᾳ τε λογισμῶν καὶ πόνοις σωμάτων, ἅπερ ἄνθρωποι ἐς χρόνου μῆκος ἐνδείκνυνται.
24.28
ἢν μὲν οὖν ἐπὶ τὸν πολέμιον ἴοιμεν, ἐπὶ ξυροῦ μὲν ἀκμῆς τὰ πράγματα ἡμῖν στήσεται, περὶ δὲ τῶν ὅλων ἐν βραχεῖ διακινδυνεύσομεν χρόνῳ, τῶν δὲ ἀποβήσεσθαι μελλόντων ἕνεκα τὴν τύχην ἢ προσκυνήσομεν ἢ μεμψόμεθα πάντως.
24.29
τὰ γὰρ τῶν πραγμάτων ὀξύτατα ἐς τὸ τῆς τύχης ὡς τὰ πολλὰ περιίσταται κράτος. ἢν δὲ σχολαίτερον τὰ παρόντα διοικησώμεθα, οὐδὲ βουλομένοις παρέσται ἡμῖν Ἰουστινιανὸν ἐν παλατίῳ λαβεῖν, ἀλλ’ ἀγαπήσει ὡς τάχιστα ἤν τις αὐτὸν ἐῴη φυγεῖν.
24.30
ἀρχὴ γὰρ περιορωμένη καταρρεῖν εἴωθεν, ἀποληγούσης αὐτῇ τῆς ἰσχύος ἐς ἡμέραν ἑκάστην. ἔστι τοίνυν ἡμῖν βασίλεια ἕτερα, Πλακιλλιαναί τε καὶ τὰ Ἑλένης ἐπώνυμα, ὅθεν χρὴ βασιλέα τόνδε ὁρμώμενον τόν τε πόλεμον διενεγκεῖν καὶ