Kitap 1
24.19
οὐδὲν μέντοι ἧσσον ἡ στάσις ἐπ’ αὐτοῖς ἤκμαζε. πέμπτῃ δὲ ἀπὸ τῆς στάσεως ἡμέρᾳ περὶ δείλην ὀψίαν Ἰουστινιανὸς βασιλεὺς Ὑπατίῳ τε καὶ Πομπηίῳ τοῖς Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῖς οἴκαδε ὡς τάχιστα ἐπέσκηπτεν ἰέναι, εἴτε τι νεώτερον πράσσεσθαι πρὸς αὐτῶν ἐς σῶμα τὸ οἰκεῖον ὑποτοπήσας εἴτε καὶ αὐτοὺς ἡ πεπρωμένη ἐς τοῦτο ἦγεν.
24.20
οἱ δέ, ὅπερ ἐγένετο, δείσαντες μὴ σφᾶς ὁ δῆμος ἐς τὴν βασιλείαν βιάζοιτο, ἔφασαν οὐ δίκαια ποιήσειν εἰ σφῶν τὸν βασιλέα παρήσουσιν ἐς τοσόνδε κίνδυνον ἥκοντα.
24.21
ταῦτα ἀκούσας Ἰουστινιανὸς βασιλεὺς ἔτι μᾶλλον ἐς τὴν ὑποψίαν ἐνέπιπτε, καὶ αὐτοὺς αὐτίκα μάλα ἐκέλευεν ἀπαλλάσσεσθαι. οὕτω γοῦν οἴκαδε τὼ ἄνδρε τούτω ἐκομιζέσθην καί, τέως μὲν νὺξ ἐτύγχανεν οὖσα, ἐνταῦθα ἡσυχαζέτην.
24.22
Τῇ δὲ ὑστεραίᾳ ἅμα ἡλίῳ ἀνίσχοντι ἔκπυστα ἐς τὸν δῆμον ἐγένετο ὡς ἀμφοτέρω ἀπηλλαγήτην τῆς ἐν παλατίῳ διατριβῆς. ἔτρεχον οὖν ἐπ’ αὐτοὺς ὁ λεὼς ἅπας, βασιλέα τε Ὑπάτιον ἀνηγόρευον, καὶ αὐτὸν ὡς παραληψόμενον τὰ πράγματα ἐς τὴν ἀγορὰν ἦγον.
24.23
ἡ δὲ Ὑπατίου γυνὴ Μαρία, ξυνετή τε οὖσα καὶ δόξαν ἐπὶ σωφροσύνῃ μεγίστην ἔχουσα, εἴχετο μὲν τοῦ ἀνδρὸς καὶ οὐ μεθίει, ἐβόα δὲ ὀλολυγῇ τε χρωμένη καὶ τοῖς ἐπιτηδείοις ἅπασιν ἐγκελευομένη, ὡς αὐτὸν τὴν ἐπὶ θανάτῳ οἱ δῆμοι ἄγοιεν.
24.24
ὑπερβιαζομένου μέντοι τοῦ ὁμίλου, αὐτή τε οὐχ ἑκοῦσα μεθῆκε τὸν ἄνδρα καὶ αὐτὸν ὁ λεὼς οὔτι ἑκούσιον ἐς τὴν Κωνσταντίνου ἀγορὰν ἥκοντα ἐς τὴν βασιλείαν ἐκάλουν, καὶ ʽοὐ γὰρ ἦν αὐτοῖς οὔτε διάδημα οὔτε τι ἄλλο ὧν δὴ βασιλέα περιβάλλεσθαι νόμοσ̓ στρεπτόν τινα χρυσοῦν ἐπὶ τῇ κεφαλῇ θέμενοι βασιλέα Ῥωμαίων ἀνεῖπον.