Kitap 1
24.3
μάχονται δὲ πρὸς τοὺς ἀντικαθισταμένους, οὔτε εἰδότες ὅτου αὐτοῖς ἕνεκα ὁ κίνδυνός ἐστιν, ἐξεπιστάμενοί τε ὡς, ἢν καὶ περιέσωνται τῶν δυσμενῶν τῇ μάχῃ, λελείψεται αὐτοῖς ἀπαχθῆναι μὲν αὐτίκα ἐς τὸ δεσμωτήριον, αἰκιζομένοις δὲ τὰ ἔσχατα εἶτα ἀπολωλέναι.
24.4
φύεται μὲν οὖν αὐτοῖς τὸ ἐς τοὺς πέλας ἔχθος αἰτίαν οὐκ ἔχον, μένει δὲ ἀτελεύτητον ἐς τὸν πάντα αἰῶνα, οὔτε κήδει οὔτε ξυγγενείᾳ οὔτε φιλίας θεσμῷ εἶκον, ἢν καὶ ἀδελφοὶ ἢ ἄλλο τι τοιοῦτον οἱ ἐς τὰ χρώματα ταῦτα διάφοροι εἶεν.
24.5
μέλει τε αὐτοῖς οὔτε θείων οὔτε ἀνθρωπείων πραγμάτων παρὰ τὸ ἐν τούτοις νικᾶν, ἤν τέ τι ἀσέβημα ἐς τὸν θεὸν ὑφ’ ὁτουοῦν ἁμαρτάνηται ἤν τε οἱ νόμοι καὶ ἡ πολιτεία πρὸς τῶν οἰκείων ἢ τῶν πολεμίων βιάζωνται, ἐπεὶ καὶ τῶν ἐπιτηδείων σπανίζοντες ἴσως κἀν τοῖς ἀναγκαιοτάτοις ἀδικουμένης αὐτοῖς τῆς πατρίδος, οὐ προσποιοῦνται, ἤν γε αὐτοῖς κεῖσθαι τὸ μέρος ἐν καλῷ μέλλῃ· οὕτω γὰρ τοὺς συστασιώτας καλοῦσι.
24.6
μεταλαγχάνουσι δὲ τοῦ ἄγους τούτου καὶ γυναῖκες αὐτοῖς, οὐ τοῖς ἀνδράσιν ἑπόμεναι μόνον, ἀλλὰ καὶ τούτοις, ἂν οὕτω τύχοι, ἀντιστατοῦσαι, καίπερ οὔτε εἰς τὰ θέατρα τὸ παράπαν ἰοῦσαι οὔτε τῳ ἄλλῳ αἰτίῳ ἠγμέναι· ὥστε οὐκ ἔχω ἄλλο τι ἔγωγε τοῦτο εἰπεῖν ἢ ψυχῆς νόσημα. ταῦτα μὲν οὖν ταῖς τε πόλεσι καὶ δήμῳ ἑκάστῳ ὧδέ πη ἔχει.
24.7
Τότε δὲ ἡ ἀρχή, ἣ τῷ δήμῳ ἐφειστήκει ἐν Βυζαντίῳ, τῶν στασιωτῶν τινας τὴν ἐπὶ θανάτῳ ἀπῆγε. ξυμφρονήσαντες δὲ καὶ σπεισάμενοι πρὸς ἀλλήλους ἑκάτεροι τούς τε ἀγομένους ἁρπάζουσι καὶ ἐς τὸ δεσμωτήριον αὐτίκα ἐσβάντες ἀφιᾶσιν ἅπαντας ὅσοι στάσεως ἢ ἑτέρου του ἁλόντες ἀτοπήματος ἐδέδεντο.