Kitap 1
23.19
ἐν δὲ τῇ ὁδῷ ταύτῃ ἀντέχειν τῷ πόνῳ οὐδαμῆ ἔχων ʽἦν γάρ τις γέρων ὁ ἀνὴρ μάλιστἀ τόν τε χαλινὸν μεθεὶς τοῦ ἵππου ἐκπίπτει καί οἱ τὸ ἐν τῷ σκέλει ὀστέον ἐρράγη· διὸ δὴ αὐτῷ ἐπάναγκες ἦν ἐνταῦθα θεραπευομένῳ ἡσυχῆ μένειν, ἔς τε τὸ χωρίον τοῦτο τῷ βασιλεῖ ἥκοντι ἐς ὄψιν ἦλθε.
23.20
καὶ αὐτῷ Χοσρόης ἔφασκε ξυστρατεύειν σφίσιν οὕτως ἔχοντι τοῦ ποδὸς ἀδύνατα εἶναι, ἀλλὰ χρῆναι αὐτὸν ἔς τι τῶν ἐκείνῃ φρουρίων ἰόντα τῆς πρὸς τῶν ἰατρῶν ἐπιμελείας ἐνταῦθα τυχεῖν.
23.21
οὕτω μὲν ὁ Χοσρόης τὴν ἐπὶ τῷ θανάτῳ τὸν ἄνθρωπον ἀπεπέμψατο, καὶ ξὺν αὐτῷ ὄπισθεν εἵποντο οἵπερ αὐτὸν ἐν τῷ φρουρίῳ ἀπολεῖν ἔμελλον, ἄνδρα ἐν Πέρσαις ἀήττητον στρατηγὸν ὄντα τε καὶ λεγόμενον, ὅσπερ ἐπὶ δώδεκα ἔθνη βαρβάρων στρατεύσας ἅπαντα Καβάδῃ βασιλεῖ παρεστήσατο.
23.22
τοῦ δὲ Ἀδεργουδουνβάδου ἐξ ἀνθρώπων ἀφανισθέντος, Οὐαρράμης ὁ παῖς τὸ τοῦ χαναράγγου ἀξίωμα ἔσχε.
23.23
χρόνῳ δὲ οὐ πολλῷ ὕστερον εἴτε Καβάδης αὐτός, ὁ τοῦ Ζάμου υἱός, εἴτε τις ἄλλος ἐπιβατεύων τοῦ Καβάδου ὀνόματος ἐς Βυζάντιον ἦλθε· Καβάδῃ μέντοι βασιλεῖ τὴν ὄψιν ἐμφερέστατος ἦν.
23.24
καὶ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς ἀμφιγνοῶν μέν, ἅτε δὴ Καβάδου βασιλέως υἱωνόν, ξὺν φιλοφροσύνῃ πολλῇ ἐν τιμῇ ἔσχε. τὰ μὲν οὖν ἀμφὶ Πέρσας τοὺς Χοσρόῃ ἐπαναστάντας ἐγένετο ὧδε.
23.25
Ὕστερον δὲ καὶ τὸν Μεβόδην ὁ Χοσρόης διεχρήσατο ἐξ αἰτίας τοιᾶσδε. τῶν τι σπουδαίων διαχειρίζων, παρόντι τῷ Ζαβεργάνῃ ἐπέταττε τὸν Μεβόδην καλεῖν· ἐτύγχανε δὲ τῷ Μεβόδῃ ὁ Ζαβεργάνης διάφορος ὤν· ὃς δὴ παρ’ αὐτὸν ἀφικόμενος εὕρισκε μὲν στρατιώτας τοὺς αὐτῷ ἑπομένους διέποντα, ἔλεγε δὲ ὅτι δὴ αὐτὸν ὡς τάχιστα ὁ βασιλεὺς καλοίη.