Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

23.13 εἵπετο δὲ αὐτῷ ὁ τούτου δὴ τοῦ χαναράγγου υἱὸς Οὐαρράμης, ἄλλους τε τῶν οἰκετῶν ἐπαγόμενος καὶ ὃς αὐτῷ τὰ ἐς τὸν Καβάδην ξυνεπιστάμενος ἔτυχεν· ἐνταῦθα τῷ βασιλεῖ Οὐαρράμης τὰ ἀμφὶ τῷ Καβάδῃ ἅπαντα ἔφραζε, καὶ τὸν οἰκέτην ἐφ’ ἅπασίν οἱ ὁμολογοῦντα παρείχετο.
23.14 ταῦτα ἐπεὶ ὁ Χοσρόης ἔγνω, τῷ τε θυμῷ ἤδη ὑπερφυῶς εἴχετο καὶ δεινὰ ἐποιεῖτο εἰ πρὸς δούλου ἀνδρὸς τοιαῦτα ἔργα πεπονθὼς εἴη, οὐκ ἔχων τε ὅπως οἱ ὑποχείριον τὸν ἄνδρα ποιοίη, ἐπενόει τάδε.
23.15 ἡνίκα ἐκ γῆς τῆς Κολχίδος ἐπ’ οἴκου ἀναχωρεῖν ἔμελλε, γράφει τῷ χαναράγγῃ τούτῳ ὅτι δὴ αὐτῷ βεβουλευμένα εἴη παντὶ τῷ στρατῷ ἐς γῆν τὴν Ῥωμαίων ἐσβάλλειν, οὐκ ἐν μιᾷ μέντοι τῆς χώρας εἰσόδῳ, ἀλλὰ δίχα ποιησαμένῳ τὸ Περσῶν στράτευμα, ὅπως οἱ ἐντός τε καὶ ἐκτὸς ποταμοῦ Εὐφράτου ἐπὶ τοὺς πολεμίους ἡ ἐσβολὴ ἔσται.
23.16 μιᾷ μὲν οὖν τῆς στρατιᾶς μοίρᾳ ἐς τὴν πολεμίαν αὐτόν, ὡς τὸ εἰκός, ἐξηγήσεσθαι, ἑτέρῳ δὲ οὐδενὶ ἐνδιδόναι τῶν αὐτοῦ δούλων ἴσα τῷ βασιλεῖ ἐν ταύτῃ δὴ τῇ τιμῇ ἔχειν, ὅτι μὴ αὐτῷ χαναράγγῃ τῆς ἀρετῆς ἕνεκα.
23.17 δεῖν τοίνυν αὐτὸν μὲν ἐν τῇ ἀποπορείᾳ κατὰ τάχος οἱ ἐς ὄψιν ἐλθεῖν, ὅπως αὐτῷ κοινολογησάμενος ἅπαντα ἐπιστέλλοι ὅσα ξυνοίσειν τῇ στρατιᾷ μέλλοι, τοὺς δὲ ξὺν αὐτῷ ὄπισθε κελεύειν ὁδῷ ἰέναι.
23.18 ταῦτα ἐπεὶ ὁ χαναράγγης ἀπενεχθέντα εἶδε, περιχαρὴς γεγονὼς τῇ ἐς αὐτὸν τοῦ βασιλέως τιμῇ μακράν τε ἀπολελειμμένος τῶν οἰκείων κακῶν, αὐτίκα τὰ ἐντεταλμένα ἐπιτελῆ ἐποίει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi