Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

23.7 Καβάδην μέντοι τὸν Ζάμου υἱὸν αὐτὸς μὲν κτείνειν οὐδαμῆ εἶχεν. ἔτι γὰρ ὑπὸ χαναράγγῃ τῷ Ἀδεργουδουνβάδῃ ἐτρέφετο. αὐτῷ δὲ χαναράγγῃ τὸν παῖδα τοῦτον ὅνπερ ἐθρέψατο ἐπέστελλε διαχρήσασθαι. οὔτε γὰρ τῷ ἀνδρὶ ἀπιστεῖν ἐδικαίου οὔτε ἄλλως αὐτὸν βιάζεσθαι εἶχεν.
23.8 ὁ μὲν οὖν χαναράγγης, ἐπεὶ τὰς Χοσρόου ἐντολὰς ἤκουσε, περιαλγήσας τε καὶ ἀποκλαύσας τὴν συμφορὰν ἐκοινολογεῖτο τῇ γυναικὶ καὶ Καβάδου τίτθῃ ὅσα οἱ ὁ βασιλεὺς ἐπιστείλειε. δακρύσασα δὲ ἡ γυνὴ καὶ τῶν γονάτων τοῦ ἀνδρὸς λαβομένη, ἔχρῃζε τέχνῃ μηδεμιᾷ Καβάδην κτεῖναι.
23.9 βουλευσάμενοι οὖν ἐν σφίσιν αὐτοῖς ἐλογίσαντο κρυπτόμενον μὲν ὡς ἀσφαλέστατα τὸν παῖδα ἐκτρέφειν, τῷ δὲ Χοσρόῃ κατὰ τάχος σημῆναι ὥς οἱ ὁ Καβάδης ἐξ ἀνθρώπων ἀφανισθείη.
23.10 καὶ τῷ τε βασιλεῖ κατὰ ταῦτα ἐσήμαινον τόν τε Καβάδην οὕτως ἀπέκρυψαν ὥστε τούτου γε παρείχοντο οὐδενὶ αἴσθησιν, ὅτι μὴ Οὐαρράμῃ τε τῷ σφετέρῳ παιδὶ καὶ τῶν οἰκετῶν ἑνί, ὃς δὴ αὐτοῖς πιστότατος ἐς τὰ μάλιστα ἔδοξεν εἶναι.
23.11 ἐπεὶ δὲ προϊόντος τοῦ χρόνου ἐς ἡλικίαν ὁ Καβάδης ἦλθε, δείσας ὁ χαναράγγης μὴ τὰ πεπραγμένα ἐς φῶς ἄγοιτο, χρήματά τε τῷ Καβάδῃ ἐδίδου καὶ αὐτὸν ἀπαλλαγέντα ἐκέλευε διασώζεσθαι ὅπη οἱ φεύγοντι δυνατὰ εἴη. τότε μὲν οὖν Χοσρόην τε καὶ τοὺς ἄλλους ἅπαντας ταῦτα διαπεπραγμένος ὁ χαναράγγης ἐλάνθανε.
23.12 Χρόνῳ δὲ ὕστερον ὁ μὲν Χοσρόης ἐς γῆν τὴν Κολχίδα στρατῷ μεγάλῳ ἐσέβαλλεν, ὥς μοι ἐν τοῖς ὄπισθεν λόγοις γεγράψεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi