Kitap 1
4.6
οἱ μὲν οὖν τοῖς ἐπιοῦσιν ὑπαντιάζειν πάσῃ προθυμίᾳ ἠξίουν, ὁ δὲ αὐτοὺς μὲν ἔν γε τῷ παρόντι ἐκώλυεν. οὐ γάρ πω σαφές τι ἀμφὶ τῇ ἐφόδῳ ἰσχυρίζετο γεγονέναι σφίσιν, ἐπεὶ οἱ Πέρσαι ἔτι ἐν γῇ τῇ οἰκείᾳ τυγχάνουσιν ὄντες· μένων δὲ αὐτοῦ ἐποίει τάδε.
4.7
ἐν τῷ πεδίῳ ᾗ ἔμελλον Πέρσαι ἐς τὰ Ἐφθαλιτῶν ἤθη ἐσβάλλειν χώραν πολλήν τινα ἐπὶ πλεῖστον ἀποτεμών, τάφρον εἰργάσατο βαθεῖάν τε καὶ εὔρους ἱκανῶς ἔχουσαν, ὀλίγον τινὰ ἐν μέσῳ ἀκραιφνῆ χῶρον ἀπολιπὼν ὅσον ἵππων ὁδῷ ἐπαρκεῖν δέκα.
4.8
καλάμους τε τῇ τάφρῳ ὕπερθεν ἐπιθεὶς καὶ γῆν ἐπὶ τοὺς καλάμους συναμησάμενος, ταύτῃ ἐπιπολῆς ἔκρυψεν, Οὔννων τε τῷ ὁμίλῳ ἐπέστελλεν, ἐπειδὰν ἐνθένδε ὀπίσω ἀπελαύνειν μέλλωσι, διὰ χώρου τοῦ χέρσου ἐς ὀλίγους σφᾶς ξυναγαγόντας σχολαιτέρους ἰέναι, φυλασσομένους ὅπως μὴ ἐς τὰ ἐσκαμμένα ἐμπίπτοιεν·
4.9
τοὺς δὲ ἅλας ἄκρου σημείου τοῦ βασιλείου ἀπεκρέμασεν ἐς οὓς τὸν ὅρκον Περόζης ὤμοσε πρότερον, ὃν δὴ ἀλογήσας εἶτα ἐπὶ Οὔννους ἐστράτευσεν.
4.10
ἕως μὲν οὖν ἐν γῇ τῇ σφετέρᾳ τοὺς πολεμίους ἤκουεν εἶναι, ἡσυχῇ ἔμενεν, ἐπεὶ δὲ αὐτοὺς ἐς Γοργὼ πόλιν ἔμαθεν ἀφικέσθαι πρὸς· τῶν κατασκόπων, ἥπερ ἐν τοῖς ἐσχάτοις Περσῶν ὁρίοις τυγχάνει οὖσα, ἐνθένδε τε ἀπαλλαγέντας ὁδῷ ἐπὶ σφᾶς ἤδη ἰέναι, αὐτὸς μὲν τῷ πλείονι τοῦ στρατοῦ τῆς τάφρου ἐντὸς ἔμεινεν, ὀλίγους δὲ πέμψας ὀφθῆναι μὲν τοῖς ἐναντίοις ἐν τῷ πεδίῳ ἐκέλευε μακρὰν ἄποθεν, ὀφθέντας δὲ μόνον εἶτα ἀνὰ κράτος φεύγειν ὀπίσω, ἐν μνήμῃ τὰς αὐτοῦ ἐντολὰς ἀμφὶ τῇ κατώρυχι ἔχοντας, ἡνίκα δὴ αὐτῆς ἄγχιστα ἵκοιντο.