Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

3.24 οὕτω μὲν ἦσαν αἱ διαλύσεις ἄπρακτοι, καὶ πολεμεῖν ἐγνώκεσαν καὶ διαγράμμασιν ἤδη πικροῖς κατʼ ἀλλήλων ἐχρῶντο. στρατὸς δὲ ἦν Λευκίῳ μὲν ὁπλιτῶν ἓξ τέλη, ὅσα αὐτὸς ἐς τὴν ὑπατείαν ἐλθὼν ἐστράτευσε, καὶ τὰ Ἀντωνίου ἕνδεκα ἕτερα, ὧν ἐστρατήγει Καληνός, σύμπαντα ταῦτα ἀνὰ τὴν Ἰταλίαν· Καίσαρι δὲ ἐν μὲν Καπύῃ τέσσαρα ἦν τέλη, καὶ περὶ αὐτὸν αἱ στρατηγίδες, ἓξ δὲ ἕτερα Σαλουιδιηνὸς ἦγεν ἐξ Ἰβηρίας. καὶ χρήματα ἦν Λευκίῳ μὲν ἐξ ἐθνῶν τῶν ὑπὸ τὸν Ἀντώνιον οὐ πολεμουμένων, Καίσαρι δέ, ἃ εἰλήχει, πάντα χωρὶς Σαρδοῦς ἐπολεμεῖτο, ὅθεν ἐκ τῶν ἱερῶν ἐδανείζετο, σὺν χάριτι ἀποδώσειν ὑπισχνούμενος, ἀπό τε Ῥώμης ἐκ τοῦ Καπιτωλίου καὶ ἀπὸ Ἀντίου καὶ Λανουβίου καὶ Νεμοῦς καὶ Τίβυρος, ἐν αἷς μάλιστα πόλεσι καὶ νῦν εἰσι θησαυροὶ χρημάτων ἱερῶν δαψιλεῖς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi