Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

14.140 ὁ δʼ ἔρημος ὢν ἤδη φίλων ἐς τὰ μεσόγαια τῆς Βιθυνίας ἀνεχώρει, λεγόμενος ἐς Ἀρμενίους ἐπείγεσθαι. καὶ αὐτόν, νυκτὸς ἀναζεύξαντα ἀφανῶς, ἐδίωκεν ὅ τε Φούρνιος καὶ ὁ Τίτιος, καὶ ἐπʼ ἐκείνοις Ἀμύντας. συντόνῳ δὲ δρόμῳ περὶ ἑσπέραν καταλαβόντες ἐστρατοπέδευσαν ἕκαστος ἐφʼ ἑαυτοῦ περὶ λόφῳ τινί, ἄνευ τάφρου καὶ χάρακος, ὡς ἐν ἑσπέρᾳ καὶ κόπῳ. ὧδε δὲ αὐτοῖς ἔχουσιν ὁ Πομπήιος νυκτὸς ἐπέθετο πελτασταῖς τρισχιλίοις καὶ πολλοὺς ἔκτεινεν εὐναζομένους ἔτι καὶ ἀναπηδῶντας· οἱ δὲ καὶ γυμνοὶ πάμπαν αἰσχρῶς ἔφευγον. καὶ δοκεῖ τότε ὁ Πομπήιος ἅπαντι τῷ στρατῷ νυκτὸς ἐπελθὼν ἢ τῆς γε τροπῆς γενομένης ἐπαγαγὼν τάχʼ ἂν αὐτῶν ἐντελῶς ἐπικρατῆσαι. νῦν δʼ ὁ μὲν καὶ ταῦτα θεοῦ βλάπτοντος ὑπερεῖδε καὶ οὐδὲν ἐπʼ ἔργῳ τοιῷδε πλέον ἢ αὖθις ἐς τὸ μεσόγαιον ἐχώρει· οἱ δʼ ἁλισθέντες εἵποντο καὶ σιτολογοῦντα ἠνώχλουν, ἕως κινδυνεύων ὑπὸ τῆς ἀπορίας ἠξίωσεν ἐς λόγους ἐλθεῖν Φουρνίῳ, φίλῳ τε Μάγνου γεγενομένῳ καὶ ἀξιώσει προύχοντι τῶν ἄλλων καὶ βεβαιοτέρῳ τὸν τρόπον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi