Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 5

13.126 οἱ δὲ ἱππέες τελευταῖοι χωροῦντες ἔπεμψάν τινα πευσόμενοι τοῦ Καίσαρος, εἰ κτείνωσι Λέπιδον, οὐκέτι ὄντα αὐτοκράτορα· ὁ δὲ ἀπεῖπεν. οὕτω Λέπιδος, ἀδοκήτῳ πάντων ἀπιστίᾳ συμπεσών, ἔρημος ἐκ τύχης τοσῆσδε καὶ στρατοῦ τοσοῦδε ἐγίγνετο ἐν βραχεῖ. καὶ τὸ σχῆμα ἀλλάξας ἔθει πρὸς τὸν Καίσαρα δρόμῳ, συντρεχόντων ὡς ἐπὶ θέᾳ τῶν ὁρώντων. ὁ δὲ Καῖσαρ ὑπανέστη τε αὐτῷ προσθέοντι καὶ προσπεσεῖν ἐθέλοντα κωλύσας ἔπεμψεν ἐς Ῥώμην, ἐφʼ οὗπερ ἦν σχήματος, ἰδιώτην ἀπʼ αὐτοκράτορος, οὐδὲν ἔτι πλὴν ἱερέα ἧς εἶχεν ἱερωσύνης.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi