Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 4

1.4 γιγνομένων δὲ τούτων τέρατα καὶ σημεῖα ἐν Ῥώμῃ πολλὰ καὶ φοβερὰ ἦν. κύνες τε γὰρ ὠρύοντο ὁμαλῶς οἷα λύκοι, σύμβολον ἀηδές, καὶ λύκοι τὴν ἀγορὰν διέθεον, οὐκ ἐπιχωριάζον ἐν πόλει ζῷον, βοῦς τε φωνὴν ἀφῆκεν ἀνθρώπου, καὶ βρέφος ἀρτίτοκον ἐφθέγξατο, καὶ τῶν ξοάνων τὰ μὲν ἵδρου, τὰ δὲ καὶ αἷμα ἵδρου, ἀνδρῶν τε μεγάλαι βοαὶ καὶ κτύπος ὅπλων καὶ δρόμος ἵππων οὐχ ὁρωμένων ἠκούετο. ἀμφί τε τὸν ἥλιον ἀηδῆ σημεῖα πολλά, καὶ λιθώδεις ἐγίγνοντο ὑετοί, καὶ κεραυνοὶ συνεχεῖς ἐς ἱερὰ καὶ ἀγάλματα ἔπιπτον. ἐφʼ οἷς ἡ μὲν βουλὴ θύτας καὶ μάντεις συνῆγεν ἀπὸ Τυρρηνίας· καὶ ὁ πρεσβύτατος αὐτῶν, τὰς πάλαι βασιλείας ἐπανήξειν εἰπών, καὶ δουλεύσειν ἅπαντας χωρὶς ἑαυτοῦ μόνου, τὸ στόμα κατέσχε καὶ τὸ πνεῦμα, ἕως ἀπέθανεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi