Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 4

4.19 Κικέρων δέ, ὃς μετὰ Γάιον Καίσαρα ἴσχυσεν, ὅση γένοιτο ἂν δημαγωγοῦ μοναρχία, κατέγνωστο μὲν ἅμα τῷ παιδὶ καὶ τῷ ἀδελφῷ καὶ τῷ παιδὶ τοῦ ἀδελφοῦ καὶ πᾶσιν οἰκείοις τε καὶ στασιώταις καὶ φίλοις· φυγὼν δὲ ἐπὶ σκάφους οὐκ ἔφερε τὴν ἀηδίαν τοῦ κλύδωνος, ἀλλὰ εἰς ἴδιον χωρίον, ὃ καθʼ ἱστορίαν τοῦδε τοῦ πάθους εἶδον, ἀμφὶ Καιήτην πόλιν τῆς Ἰταλίας, καταχθεὶς ἠρέμει. πλησιαζόντων δὲ τῶν ἐρευνωμένων ʽτοῦτον γὰρ δὴ φιλοτιμότατα πάντων Ἀντώνιός τε ἐζήτει καὶ Ἀντωνίῳ πάντες) ἐς τὸ δωμάτιον αὐτοῦ κόρακες ἐσπτάντες ἔκλαζον, ἐπεγείροντες ἀπὸ τοῦ ὕπνου, καὶ τὸ ἱμάτιον ἀπέσυρον ἀπὸ τοῦ σώματος, ἕως οἱ θεράποντες, σημηνάμενοι τὸ γιγνόμενον εἶναι σύμβολον ἔκ του θεῶν, ἐς φορεῖον ἐσθέμενοι τὸν Κικέρωνα αὖθις ἐπὶ τὴν θάλασσαν ἦγον διὰ λόχμης βαθείας λανθάνοντες. πολλῶν δὲ ἀνὰ μέρη διαθεόντων τε καὶ πυνθανομένων, εἴ που Κικέρων ὁραθείη, οἱ μὲν ἄλλοι ἐπʼ εὐνοίᾳ καὶ ἐλέῳ πλεῖν αὐτὸν ἐξαναχθέντα ἔλεγον ἤδη, σκυτοτόμος δὲ πελάτης Κλωδίου, πικροτάτου τῷ Κικέρωνι ἐχθροῦ γεγονότος, Λαίνᾳ τῷ λοχαγῷ σὺν ὀλίγοις ὄντι τὴν ἀτραπὸν ἔδειξεν. ὁ δὲ ἐπέδραμέ τε καὶ θεράποντας ἰδὼν πολὺ πλείους τῶν ἀμφʼ αὑτὸν ὁρμῶντας ἐς ἄμυναν, στρατηγικῶς μάλα ἀνεβόησεν· ἐσελθέτωσαν ἐς τὸ χωρίον οἱ περὶ οὐρὰν λοχαγοί.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi