Kitap 4
17.136
καὶ τῷδε μὲν ἡ σκηνὴ τάφος ἐγένετο, Ῥάσκος δὲ ὁ Θρᾷξ ἐπανήγαγεν ἐκ τῶν ὀρῶν πολλούς, καὶ γέρας ᾔτησέ τε καὶ ἔλαβε σῴζεσθαι τὸν ἀδελφὸν ἑαυτοῦ Ῥασκούπολιν· ᾧ καὶ διεδείχθη, ὅτι οὐδʼ ἀπʼ ἀρχῆς ἀλλήλοις οἵδε οἱ Θρᾷκες διεφέροντο, ἀλλὰ δύο στρατοπέδων μεγάλων τε καὶ ἀμφηρίστων περὶ τὴν ἐκείνων γῆν συμφερομένων τὸ ἄδηλον τῆς τύχης ἐμερίσαντο, ἵνα ὁ νικῶν περισῴζοι τὸν ἡσσώμενον. Πορκία δʼ, ἡ Βρούτου μὲν γυνή, Κάτωνος δὲ ἀδελφὴ τοῦ νεωτέρου, ἐπείτε ἀμφοῖν ὧδε ἀποθανόντοιν ἐπύθετο, φυλασσομένη πρὸς τῶν οἰκείων πάνυ ἐγκρατῶς, ἐσχάρας πυρὸς ἐνεχθείσης ἁρπάσασα τῶν ἀνθράκων κατέπιεν. ὅσοι δʼ ἄλλοι τῶν ἐπιφανῶν ἐς Θάσον διέφυγον, οἱ μὲν αὐτῶν ἐξέπλευσαν, οἱ δὲ ἐπέτρεψαν ἑαυτοὺς ἅμα τῷ λοιπῷ στρατῷ τῶν ὁμοτίμων Μεσσάλᾳ τε Κορουίνῳ καὶ Λευκίῳ Βύβλῳ, ὅ τι βουλεύσοιντο περὶ σφῶν, ποιεῖν περὶ ἁπάντων. οἱ δὲ συνθέμενοι τοῖς περὶ τὸν Ἀντώνιον, Ἀντωνίῳ διαπλεύσαντι ἐς τὴν Θάσον παρέδοσαν, ὅσα ἦν ἐν Θάσῳ χρήματά τε καὶ ὅπλα καὶ τροφαὶ δαψιλεῖς καὶ ἄλλη παρασκευὴ πολλή.